Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
307.p934
307.p934
Διωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλόνεικοι φύσεις, καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν ᾖ λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον ᾖ. τὸ δὲ αἴτιον, ἄνοια καὶ σκαιότης τρόπων, οὐ προσέχουσα ταῖς παρʼ ἑτέρων
307.p934
συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ οἷς
307.p934
1
307.p934
ὑποπίπτουσι λογισμοῖς. ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. ὁ δὲ ἃ βούλεται νομίζων λυσιτελῆ, οὔκ ἐστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλʼ ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως· καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν.
307.p935
307.p935
Τοῦτο νῦν
307.p935
1
307.p935
τὸ πάθος ὑπομένει ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθείς, οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπʼ ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν, καὶ αἱρεῖται, πολλὰ ζημιωθείς, ὀλίγα κερδᾶναι. αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσι.
307.p936
307.p936
Γενοῦ
307.p936
1
307.p936
δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα, καὶ γινόμενος αὐτοῖς ἀντʼ ἐκείνου δικαστής. εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ, καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.

Intertext edge

Open linked passage

Note