Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
308.p937
308.p937
Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην, καὶ προσήγαγον αὐτοὺς τῇ ἡμερότητί σου, παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν, προΐστασθαι αὐτῶν, ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι· καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν, εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφάνειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μείζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. ὅτι γὰρ μία ἡμῖν
308.p937
1
308.p937
εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία, ἡγοῦμαι πεπεῖσθαί σε.