Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
30.p123
30.p123
Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφʼ ὧν μέχρι τοῦ παρόντος κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώσαιμι. νόσους μὲν ἐπαλλήλους, καὶ χειμῶνος ἐπάχθειαν, καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην ὑπὸ τῶν ἁμαρτίων μου.
30.p123
1
30.p123
καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ἀποδυρομένου·
30.p123
2
30.p123
ἀλλὰ σύγγνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοις
30.p123
3
30.p123
ὁρῶ. πάλιν οὖν μοι ὑπέστρεψε τὰ ἀῤῥωστήματα, καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι, ἐπὶ μικρᾶς
30.p123
4
30.p123
παντελῶς τῆς δυνάμεως σαλεύων, καὶ μόνον οὐκ
30.p123
5
30.p123
ἐφʼ ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος.
30.p124
30.p124
Αἱ δὲ ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται· ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς
30.p124
ὑποφαινομένης, ἀεὶ δὲ πρὸ τὸ χεῖρον τῶν πραγμάτων ὑποῤῥεόντων. τέως δὲ ἡ Νεοκαισάρεια καὶ ἡ Ἀγκύρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. ἀλλʼ οὐδὲ
30.p124
1
30.p124
ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν. καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν. ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν ἐκκλησιῶν καὶ δυσωπῶν τὸν Θεόν. τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.