Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
310.p940
310.p940
Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν ἕνεκεν· πρῶτον μέν, ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δέ, καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε· οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν ὁ Κύριος ἀξίαν παραμυθίαν, τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν
310.p940
αὐτοῖς χαρισάμενος. ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβαρημένον, καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπορίας ὑπάρχον· ὃ καὶ
310.p940
1
310.p940
παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευθῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.