Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
311.p941
311.p941
Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιότητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλʼ ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα, ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ, ὥστε μηδένα πλέον ἐπιζητῆσαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ
311.p941
1
311.p941
τῇ ἀπληστίᾳ. ὅμως δὲ πληροφοροῦντες τόνδε, ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολήν, συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦντες καλῶς τε αὐτὸν ἰδεῖν, καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις, τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.