Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
313.p943
313.p943
Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τοῦ Θεοῦ, ἀλλʼ ὑπὸ μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀποβλέπομεν, καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχεραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦ
313.p943
1
313.p943
σοφίᾳ διοικοῦντος Δεσπότου. μέμνησαι γὰρ δήπου ὅσον ἐδυσχεράναμεν
313.p943
2
313.p943
τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φροντίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ δι’ αὐτῶν ἀπώσασθαι τὴν ἐπήρειαν. οὕτω γὰρ ὠνομάζομεν
313.p943
3
313.p943
τὸ πρᾶγμα.
313.p944
313.p944
Ἀλλὰ νῦν ὁρᾶς ὁποῖα τὰ παρόντα. παρέσχε γάρ σοι ὁ Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαῦται καὶ αἱ ἐπʼ αὐταῖς μνῆμαι παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πεφύκασιν.
313.p944
1
313.p944
ἐπεὶ
313.p944
2
313.p944
δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου
313.p944
ἤθους ἐπιτυχεῖν, ἀκριβῶς ἐγὼ πέπεισμαι. ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἐμαυτόν.
313.p944
3
313.p944
ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ, καὶ οἴκων γε ὁ λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν ἡ φιλία τὴν οἰκείαν ἰσχὺν ἔχη), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν.
313.p945
313.p945
Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος Σουλπικίου
313.p945
1
313.p945
ἡμῶν ἕνεκεν παρακλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς, μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε· εἰ δὲ μή, ἀλλʼ ὅσον οἵ τε καιροὶ
313.p945
2
313.p945
συγχωροῦσι καὶ ἡ τῶν πραγμάτων ἐπιδέχεται φύσις· πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταυτότητος· ὥστε
313.p945
3
313.p945
ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.

Intertext edge

Open linked passage

Note