Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
314.p946
314.p946
Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι, καὶ μὴ
314.p946
1
314.p946
προσερεῖν τὴν
314.p946
σὴν τιμιότητα, τοῦδε πρὸς ὑμᾶς
314.p946
2
314.p946
ἀφικνουμένου; ὃς ἐξήρκει μὲν καὶ ἀφʼ ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς ἀποπληρῶσαι
314.p946
3
314.p946
χρείαν· ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι, διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾷν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. παντὶ
314.p946
4
314.p946
τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι.
314.p947
314.p947
Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολήν, δι’ ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθά, ἅ τε ὁ βίος οὗτος ἔχει, καὶ ὅσα τὸν ἐν ταῖς ἐπαγγελίαις μακαρισμὸν ἀποκείμενα
314.p947
1
314.p947
φυλάσσει· ἔπειτα καὶ δεόμεθα τοῦ ἁγίου Θεοῦ οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.