Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
318.p952
318.p952
Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ
318.p952
1
318.p952
τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε,
318.p952
δέξαι, καὶ ὡς πατριώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρʼ ἡμῶν συνιστάμενόν σοι· καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. δῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις, οὐ παρʼ ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου, τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.