Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
31.p125
31.p125
Οὔπω ἡμᾶς ὁ λιμὸς ἀνῆκε, διόπερ ἀναγκαία ἡμῖν ἐστὶν ἡ ἐπὶ
31.p125
1
31.p125
τῆς πόλεως διαγωγή, ἢ οἰκονομίας ἕνεκεν, ἢ συμπαθείας τῶν θλιβομένων. ὅθεν οὐδὲ νῦν ἠδυνήθην κοινωνῆσαι τῆς ὁδοῦ τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ὑπατίῳ, ὃν οὐκ αὐτὸ δὴ τοῦτο εὐφημίας ἕνεκεν ἀδελφὸν ἔχω προσαγορεύειν, ἀλλὰ διὰ τὴν προσοῦσαν
31.p125
2
31.p125
ἡμῖν ἐκ φύσεως οἰκειότητα· αἵματος γάρ ἐσμεν τοῦ αὐτοῦ.
31.p126
31.p126
Ὃς ὁποῖα μὲν κάμνει, οὐδὲ τὴν σὴν ἔλαθε
31.p126
τιμιότητα. λυπεῖ δὲ ἡμᾶς ὅτι πᾶσα παραμυθίας ἐλπὶς ἐπʼ αὐτῷ περικέκοπται, τῶν ἐχόντων τὰ τῆς ἰάσεως χαρίσματα οὐδὲν ἐπʼ αὐτοῦ τῶν συνήθων ἐνεργῆσαι συγχωρηθέντων. διὸ πάλιν τῶν σῶν προσευχῶν τὴν βοήθειαν ἐπικαλεῖται. σὺ δὲ τὰ συνήθη προστῆναι, καὶ διὰ τὴν σεαυτοῦ περὶ τοὺς κάμνοντας εὐσπλαγχνίαν, καὶ δι’ ἡμᾶς τοὺς ὑπὲρ αὐτοῦ πρεσβεύοντας, παρακλήθητι, καί, εἰ μὲν οἷόν τε, πρὸς ἑαυτὸν
31.p126
1
31.p126
μεταστεῖλαι τοὺς εὐλαβεστάτους
31.p126
2
31.p126
τῶν ἀδελφῶν, ὥστε ὑπὸ ταῖς σαῖς ὄψεσι προσαχθῆναι αὐτῷ τὴν ἐπιμέλειαν· εἰ δὲ τοῦτο ἀδύνατον, μετὰ γραμμάτων αὐτὸν προπέμψαι καὶ συστῆσαι τοῖς ἔμπροσθεν καταξίωσον.