Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
323.p958
323.p958
Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις· ἀλλʼ ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. ὅθεν καὶ ἡμῖν τὴν εἰκαιότητα
323.p958
1
323.p958
τῶν ἀποδράντων
323.p958
2
323.p958
σε,
323.p958
3
323.p958
εὐφροσύνης ἐποίησεν ἀφορμήν.
323.p959
323.p959
Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφάσεως, τοιαῦτα γράφων, οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης,
323.p959
οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. καὶ γὰρ εἰ μή φαμεν προσποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλʼ οὖν φυσικῶς πως κατακηλούμεθα παρʼ αὐτοῦ, καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων.
323.p959
1
323.p959
πολλάς γε οὖν πέμπε τὰς ἐπιστολάς, καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου.
323.p960
323.p960
Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον, ὅπως διάκειται, καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν ἐκκλησιῶν ἡσυχάζει· μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ.
323.p961
323.p961
Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς, καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν· ἐπὶ
323.p961
1
323.p961
δὲ τὰ λείψανα τοῦ πράγματος ἡμᾶς
323.p961
2
323.p961
ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. ἐπεστείλαμεν γὰρ τῶν χωρεπισκόπῳ τῶν τόπων· ὃς ἐὰν ποιήσῃ τι τῷ προστεταγμένων, αὐτὰ γνωρίσει τὰ πράγματα.