Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
325.p965
325.p965
Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι
325.p965
1
325.p965
εὐφροσύνην. νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναικῶν Ἰκέλιον,
325.p965
2
325.p965
ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολήν ἀποδοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν, οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς σῆς
325.p965
3
325.p965
καλοκἀγαθίας, ἀλλὰ καὶ τῷ παρʼ ἑαυτῆς πᾶσαν ἐπιδεικνύναι ἀρετῆς ἐπιμέλειαν. ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι’ αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ Δεσπότου Θεοῦ. ἀλλʼ ἴδοιμέν ποτε καὶ αὐτὸν σέ, καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν, μήτε ἀρρωστίας, μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.
325.p965
4