Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
327.p968
327.p968
Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας, καὶ ἀπόντων μεμνῆσθαι καταξιοῖς
327.p968
1
327.p968
(ἦλθε γὰρ εἰς ἡμᾶς ἡ ἀκοή), παρὰ τοῦ ἀγαθοῦ Δεσπότου γένοιτό σοι ἀντίδοσις· καί σε ἴδοιμεν
327.p968
2
327.p968
ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ βασιλεῖ σεμνότητος ἀπολαύσῃς.
327.p969
327.p969
Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι, μνήμης τε πάσης καὶ προστασίας ἡμᾶς ἀξιοῦντα, καὶ
327.p969
1
327.p969
σεμνῦναι ἡμᾶς καὶ γράμμασιν, ὥστε, ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνομεν ὑμᾶς ἐπιστέλλοντας,
327.p969
2
327.p969
συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν