Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
334.p976
334.p976
Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς· καὶ μήτε αἰωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν, ὥσπερ τὸν παρʼ Αἰσώπῳ καρκίνον· ἀλλʼ εὐθὺ χώρει, ὥσπερ ἐπὶ στάθμης
334.p976
1
334.p976
βαδίζων τεκτονικῆς, ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ
334.p976
πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν, οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων. ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. τῶν γὰρ στίχων κειμένων
334.p976
2
334.p976
κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφʼ ἕτερον ἀφʼ ἑτέρου,
334.p976
3
334.p976
ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος.
334.p976
4
334.p976
ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας, ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπιζητεῖν, ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. γράφε τοίνυν ὀρθῶς, καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.

Intertext edge

Open linked passage

Note