Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
336.p979
336.p979
Διὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος. ἓν τοῦτο κέρδος, ὅτι Καππαδόκης. ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος ὁ Καππαδόκης. δεύτερον τοῦτο κέρδος. ἀλλὰ καὶ γράμμα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν. τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον; ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου
336.p979
νομίζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην, σωφροσύνῃ τε πρὸς τοὺς γέροντας ἁμιλλώμενον ὁρῶν, καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ, καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν, καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς. ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα, ἔλεγον πρὸς ἐμαυτόν· Τί νῦν ἡμῖν ὁ Βασίλειος δρᾷ, καὶ πρὸς τίνα βίον ὥρμηκεν;
336.p979
1
336.p979
ἆρʼ ἐν δικαστηρίοις τρέπεται,
336.p979
2
336.p979
τοὺς παλαιοὺς ῥήτορας ζηλῶν; ἢ ῥήτορας εὐδαιμόνων πατέρων ἀπεργάζεται παῖδας; ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύεσθαι, καὶ σκοπεῖν, ὅπως ἂν γένοιο Θεῷ μᾶλλον φίλος, ἢ συλλέξεις χρυσίον, εὐδαιμόνισά σέ τε καὶ Καππαδόκας, σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυναμένους δεικνύναι πολίτην.
336.p980
336.p980
Φίρμος
336.p980
1
336.p980
δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα· ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων ἡ δύναμις. πολλῶν δὲ ἐπαίνων ἀπολαύσας, οὐκ οἶδα ὅτι πώποτε τηλικούτων, ἡλίκων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σὲ τὸν λέγοντα εἶναι, πόσον τι χρὴ νομίζειν ἐκείνῳ;
336.p981
336.p981
Δοκεῖς δέ μοι καὶ τούτους
336.p981
1
336.p981
ἀπεσταλκέναι πρὶν
336.p981
ἢ τὸν Φιρμῖνον ἰδεῖν· οὐ γὰρ ἂν αὐτὸν
336.p981
2
336.p981
οὐκ εἶχε τὰ γράμματα. καὶ νῦν τί ποιεῖ ἤ τί μέλλει Φιρμῖνος; ἔτʼ ἔστιν ἐν τοῖς τῶν γάμων πόθοις,
336.p981
3
336.p981
ἢ ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα
336.p981
4
336.p981
δὲ ἡ βουλή, καὶ πᾶσα ἀνάγκη μένειν; ἢ τίνες εἰσὶν ἐλπίδες, ὡς αὖθις ἔσται λόγων κοινωνός; ἀποκρινάσθω τι ἡμῖν, καὶ εἴη μέν τι χρηστόν· εἰ δʼ οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. εἰ δὲ Ἀθήνῃσι νῦν ὁ Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρʼ ὑμῖν; ἢ τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπʼ αὐτόν; ὁρᾷς, ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδόκας παύσομαι· ἀλλʼ εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐτῶν οἴσω. Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδεμίαν. τὸ δὲ συνειλεγμένον ὅσον ἐστίν, αὐτὸς εἴσῃ, καὶ ἴσως οὐ μέμψῃ. πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν, τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; εἴπερ γὰρ εὖ φρονοῦσιν οἱ βουλεύοντες, πρέποι δʼ ἂν ἀνθρώποις πεπαιδευμένοις, τιμήσουσι
336.p981
5
336.p981
τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύπησαν.