Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
338.p984
338.p984
Οἶδα ὅτι πολλάκις τοῦτο γράψεις, τό, Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης. πολλοὺς γάρ, οἶμαι, πέμψεις, ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς ἐγκωμίοις τοῖς κατʼ ἐμοῦ χρώμενος, τούτῳ δὲ αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας.
338.p985
338.p985
Ἀλλʼ ὅ γε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλήν, οὐ καλὸν σιωπῆσαι. παρεκάθηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι, καὶ ὁ πάντα ἄριστος Ἀλύπιος Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, Νενικήμεθα, ἔφην, μειδιῶν τε ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην; ἤροντο· καὶ πῶς οὐκ ἀλγεῖς νενικημένος; ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν ἥττημαι·
338.p985
1
338.p985
Βασίλειος δὲ κεκράτηκε. φίλος δὲ ὁ ἀνήρ, καὶ διὰ τοῦτο εὐφραίνομαι. ταῦτα εἰπόντος ἐμοῦ, παρʼ αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες. ἡ ψῆφος δὲ ἠνέχθη, μηδέν με ἐψεῦσθαι. καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει, δείξων
338.p985
2
338.p985
οἶμαι καὶ ἄλλοις,
338.p985
καὶ μόλις ἀπέδωκε. γράφε τοίνυν παραπλήσια, καὶ νίκα· τουτὶ γάρ ἐστιν ἐμὲ νικᾷν.
338.p986
338.p986
Καλῶς δὲ κἀκεῖνο εἰκάζεις, ὡς οὐ χρήμασι μετρεῖται
338.p986
1
338.p986
τὰ παρʼ ἡμῶν· ἀλλʼ ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων· ἀλλʼ οὐδὲν κωλύσει
338.p986
2
338.p986
ταύτῃ γε εἶναι βελτίονας.
338.p986
3
338.p986
μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται
338.p986
4
338.p986
μόνον, τὸ ἐπίστασθαι πονεῖν.

Intertext edge

Open linked passage

Note