Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
344.p996
344.p996
Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἡ ἀμαθία· τὸ δέ σε καρτερικώτατα σιωπᾷν, τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν
344.p996
1
344.p996
λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. ᾧ γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. ὁ δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον
344.p996
ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. χαῖρε τοίνυν, τιμιώτατε, καὶ γράφε εἰ βούλοιο· καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές.