Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
345.p997
345.p997
Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, ἢ νῦν παραιτήσεως ὅτι
345.p997
1
345.p997
τοῦτο ποιεῖν ἠρξάμην. ἐγὼ γὰρ ἐκεῖνος, ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης, καὶ λέγοντος εὐφραινόμενος, καὶ μόλις ἀπαλλαττόμενος, καὶ πρὸς τοὺς ἑταίρους λέγων, ὡς Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων, ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι.
345.p997
2
345.p997
καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλʼ ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ δῆλον.
345.p997
3
345.p997
τὸν οὖν οὕτως ἔχοντά με γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα, μὴ τολμᾷν ἐπιστέλλειν, ἐσχάτης ἀργίας, καὶ τοῦτʼ ἂν εἴη ἅμα ζημιοῦντος αὐτόν. δῆλον γὰρ ὡς ἀμείψῃ μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ τε καὶ μεγάλῃ, καὶ φυλάξῃ δήπου, μή με καὶ δεύτερον ἀδικῇς. οἶμαι δὲ
345.p997
4
345.p997
πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· Βασίλειος ἠδικηκέ τι κἂν σμικρόν; οὐκοῦν καὶ Αἰακός, καὶ Μίνως,
345.p997
5
345.p997
καὶ ὁ τούτου δὲ ἀδελφός.
345.p998
345.p998
Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ· τίς δὲ ἰδών τέ σε καὶ οὐ φθονῶν; ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς, κἄν σε τοῦτʼ ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦντας μὴ βοᾷν. οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας,
345.p998
1
345.p998
ἢν δοῦναι ῥᾷστον, ἀτυχὴς ἀπῆλθεν. εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. τί οὖν ᾔτουν; πολλάκις ἐν στρατηγίῳ
345.p998
2
345.p998
σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλʼ εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου. μέρους δὲ ἐπεθύμουν, ἐν ᾧ τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν
345.p998
3
345.p998
ὕβρισεν
345.p998
4
345.p998
Ἀγαμέμνων ἐθεράπευε
345.p998
5
345.p998
δώροις. ταῦτʼ ἐμοῦ λέγοντος, ἐγέλας, ἀρνεῖσθαι μὲν οὐκ ἔχων, ὡς οὐκ ἂν δύναιο
345.p998
βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν, ὅτι σε ἔφην ἀδικεῖν, ἀδικεῖσθαι
345.p998
6
345.p998
δοκῶ;