Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
359.p1013
359.p1013
Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατακλείσας διανοίᾳ τοσοῦτον σιγᾷς, ὡς μηδʼ ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς ἡ τοῦ διδασκάλου τέχνη, ἦλθον ἂν παρὰ σοί, ποιησάμενος
359.p1013
1
359.p1013
Ἰκάρου πτερόν. ἀλλʼ ὅμως, ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους, δεικνύντας τὴν ἡμετέραν φιλίαν. φύσις δὲ λόγων, μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. καὶ ταῦτα μὲν οἱ λόγοι· σὺ αὐτοὺς ἄγοις ὅπου βούλει· καὶ τηλικοῦτον κράτος κεκτημένος, σιωπᾷς. ἀλλὰ μετάστησον καὶ ἐφʼ ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς.