Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
35.p133
35.p133
Περὶ πολλῶν μὲν ὡς διαφερόντων μοι ἐπέστειλά σοι, περὶ πλειόνων δὲ καὶ ἐπιστελῶ. οὔτε γὰρ τοὺς δεομένους ἐπιλιπεῖν δυνατόν, οὔτε ἡμᾶς ἀρνεῖσθαι τὴν χάριν οἷόν τε. οὐ μήν ἐστί τις
35.p133
οἰκειότερός μοι, οὔτε μᾶλλον ἀναπαῦσαί με ἐφʼ οἷς ἂν εὖ τι πάθοι
35.p133
1
35.p133
δυνάμενος, τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Λεοντίου. οὗ τὴν οἰκίαν οὕτω διάθες, ὡς ἂν εἰ αὐτὸν ἐμὲ καταλάβοις,
35.p133
2
35.p133
μὴ
35.p133
3
35.p133
ἐν τῇ πενίᾳ ταύτῃ, ἐν ᾗ νῦν εἰμὶ σὺν Θεῷ, ἀλλʼ εὐπορίας τινὸς ἐπειλημμένον καὶ ἀγροὺς κεκτημένον. δῆλον γὰρ ὅτι οὐκ ἂν ἐποίησάς με πένητα, ἀλλʼ ἐφύλαξας ἂν τὰ παρόντα, ἢ ἐπέτεινας τὴν εὐπορίαν. τοῦτο οὖν ποιῆσαί σε
35.p133
4
35.p133
καὶ ἐν τῇ προειρημένῃ μοι οἰκίᾳ τοῦ ἀνδρὸς παρακαλοῦμεν. μισθὸς δέ σοι ὑπὲρ πάντων ὁ συνήθης παρʼ ἐμοῦ, εὐχὴ πρὸς τὸν ἅγιον Θεὸν ὑπὲρ ὧν κάμνεις, καλός τε καὶ ἀγαθὸς ὢν καὶ προλαμβάνων τὰς αἰτήσεις τῶν δεομένων.