Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
361.p1015
361.p1015
Τῷ δεσπότῃ μου αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ, Βασίλειος. πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν, καὶ ηὐφραινόμεθα οἷς τε ἔπεμπες οἷς τε ὑπισχνοῦ. νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων ἡ φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι, ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ Θεὸς ἡμῖν ἐδωρήσατο.
361.p1016
361.p1016
Ἐπεὶ οὖν οἱ πάντα φύροντες, καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλήσαντες, τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι, ὅπως τε οἱ πατέρες αὐτῷ ἐχρήσαντο, καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμενον. τὸν γὰρ ἐπιούσιον ἄρτον, καὶ τὸν λαὸν τὸν περιούσιον, καὶ εἴ τι τοιοῦτον, ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτούς, βαθέως τὴν οὐσίαν διαβάλλοντας, ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ καταλιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι, τίνα τὴν διάνοιαν ἔχει, καὶ πῶς ἂν ὑγιῶς λέγοιτο, ἐφʼ ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται, οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον. πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας, θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν, ὅπερ ἂν εἶναι καθʼ ὑπόθεσιν τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσθαι. ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, ἀγέννητον καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἡ τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἡ τοῦ ὁμοουσίου ἁρμόττειν. φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον, ταὐτὸν μὲν οὐκ εἶναι (διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον), ὅμοιον δὲ κατʼ οὐσίαν ἀκριβῶς ἀπαραλλάκτως, ὀρθῶς ἂν οἶμαι λέγεσθαι. εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας, εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ), τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίωσον ἡμᾶς.
361.p1017
361.p1017
Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζομαι, καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. ὁ ἑταῖρος Γρηγόριος, τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον, αὐτοῖς σύνεστιν. ὑγιαίνων ἐπιπλεῖστον φυλαχθείης ἡμῖν, ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει.

Intertext edge

Open linked passage

Note