Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
362.p1018
362.p1018
Φιλοθέως πιστεύεις, καὶ φιλολόγως ζητεῖς, καὶ παρʼ ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο, διά τε τὸ ἡμέτερον ἐνδεές καὶ τὸ τοῦ πράγματος ὑπερφυές.
362.p1019
362.p1019
Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομένων· ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες, καὶ Δαβὶδ ὁ τοῦ Δαβὶδ υἱός, ὡς ταὐτὸν ὢν ἐκείνῳ· καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν, ὅπερ ὁ Πατήρ. οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός· ὥς που καὶ εἷς Ἀδάμ, ὁ ἀνθρώπων γενάρχης, καὶ εἷς Δαβίδ, ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης.
362.p1020
362.p1020
Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον, ἢ μίαν ὕλην ὑποκειμένην, ἐπὶ Πατρὸς καὶ Υἱοῦ, περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχικὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς, καὶ τὰ ἐκ τῶν γεναρχῶν γένη, πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα· μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. καθὸ μηδὲ τοῦ Ἀδάμ, ὡς θεοπλάστου, καὶ ἡμῶν, ὡς ἀνθρωπογεννήτων, ἓν ὑπέρκειται γένος, ἀλλʼ αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλʼ αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. μήτε μὴν τοῦ Δαβίδ, καὶ τοῦ γένους τοῦ ἐκ Δαβίδ, προεπινοεῖται, καθὸ Δαβίδ, ἐπείπερ ἡ τοῦ Δαβὶδ ἰδιότης ἀπὸ τοῦ Δαβὶς ἄρχεται, καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός· ἀλλʼ ἐπειδὴ ταῦτα ἀπολείπεται, καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν, ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦτον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχή, καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς.
362.p1021
362.p1021
Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον, ὥσπερ ἐπὶ σωμάτων, ἀλλʼ ἀπογέννησις. οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλʼ ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι, καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ, καὶ Υἱὸν ἐν Πατρί. οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος, οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέριστον τῆς ὑποστάσεως, ἀλλʼ ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως, καὶ ἕτερον ὡσαύτως· ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται· βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν, καὶ ἐν τῷ μείζων
362.p1021
1
362.p1021
μὲν ἰσότητι παριστάναι τὸν Πατέρα, τὸν δὲ Υἱόν, ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱόν, μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβεβληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι
362.p1021
παραδεξάμενοι, τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν· ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει, τῶν ὁμοιουμένων τῷ Θεῷ.
362.p1022
362.p1022
Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες, ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατήρ, ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ, ἄλλος Υἱός, οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλʼ ὡς ἐξ ἐκείνου, οὐ τὸ πρωτότυπον, ἀλλʼ εἰκών. οὗτος ὁμοούσιος, ἐξῃρημένως παρὰ πάντα καὶ ἰδιαζόντως· οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλʼ ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος, ἓν καὶ μόνον ἀπογέννημα, ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθʼ ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννητικῇ ἰδιότητι, προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.

Intertext edge

Open linked passage

Note