Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
41.p156
41.p156
Μικρά σου
41.p156
1
41.p156
τὰ τῆς παρούσης τύχης ἀνδραγαθήματα, καὶ φαῦλα τὰ τῆς ἀριστείας, ἧς αὐτὸς ἠρίστευσας καθʼ ἡμῶν, οὐχὶ δὲ καθʼ ἡμῶν,
41.p156
2
41.p156
ἀλλὰ καθʼ ἑαυτοῦ.
41.p156
3
41.p156
ἐγὼ δὲ τρόμῳ συνέχομαι ὅταν λάβω κατὰ νοῦν πορφυρίδα σε περιβεβλῆσθαι,
41.p156
4
41.p156
στεφάνῳ δὲ τὴν ἄτιμον κεκοσμῆσθαί σου κεφαλήν,
41.p156
ὅπερ δίχα εὐσεβείας οὐκ ἔντιμον,
41.p156
5
41.p156
ἀλλʼ ἄτιμον καθίστησί σου τὴν βασιλείαν, ἀλλʼ αὐτός, ἐπανελθὼν καὶ ὑπερμεγέθης γενόμενος, ὥς γε φαῦλοι καὶ μισόκαλοι δαίμονες εἵλκυσάν σε εἰς τοῦτο,
41.p156
6
41.p156
οὐ μόνον ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων φρονεῖν ἤρξω,
41.p156
7
41.p156
ἀλλὰ καὶ εἰς Θεὸν ὑπεραίρεσθαι, καὶ τὴν πάντων μητέρα καὶ τιθηνὸν Ἐκκλησίαν ἐνυβρίζειν,
41.p156
8
41.p156
μηνύσει χρησάμενος πρός με τὸν εὐτελέστατον χιλιάδα χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι παρʼ ἐμοῦ.
41.p157
41.p157
Καὶ ἡ μὲν τοῦ χρυσίου ὁλκὴ οὐκ ἐθάμβησέ μου τὴν διάνοιαν, εἰ καὶ μάλα πολλὴ καθέστηκεν, ἀλλὰ δακρῦσαί με πικρῶς παρεσκεύασεν ἐπὶ τῇ τοιαύτῃ ταχίστῃ σου ἀπωλείᾳ. ἐντεθύμημαι γὰρ καθʼ ἑαυτὸν ὡς ἐγώ τε αὐτὸς καὶ ἡ σὴ καλοκἀγαθία κοινῶς μεμαθήκαμεν τὰ ἱερὰ καὶ βέλτιστα γράμματα. ἑκάτεροι
41.p157
1
41.p157
δὲ διεξήλθομεν τὰς ἁγίας καὶ θεοπνεύστους Γραφάς, καὶ ἐλάνθανε μέν σε τότε οὐδέν, ἐπὶ δὲ τοῦ παρόντος ἀκόσμητος καθέστηκας, ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς.
41.p157
2
41.p157
ᾔδεις ἡμᾶς πρὸ τῆς χθές, γαληνότατε, ἐπʼ ἀπληστίᾳ χρημάτων μὴ πολιτεύεσθαι· νῦν δὲ κατὰ τὴν ἐνεστῶσαν δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι
41.p157
3
41.p157
ἐπεζήτησας παρʼ ἡμῶν. φείσασθαι ἡμῶν τοίνυν θέλησον, γαληνότατε, τοσαῦτα
41.p157
4
41.p157
κεκτημένων ὅσα, ἂν τήμερον θελήσωμεν φαγεῖν,
41.p157
5
41.p157
οὐκ ἐξαρκέσει ἡμῖν. ἀργεῖ γὰρ ὡς εἰκὸς παρʼ ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. τὰ μέγιστα τῶν παρʼ ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια,
41.p157
χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ
41.p157
6
41.p157
καὶ τῷ ἐξεστηκότι οἴνῳ· ὥστε μὴ ἐκθαμβούμενα
41.p157
7
41.p157
ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας ἐπʼ ἀφροσύνῃ πολιτεύεσθαι.
41.p158
41.p158
Ἀπήγγειλε δέ μοι καὶ τοῦτο Λαῦσος ὁ σὸς
41.p158
1
41.p158
περίβλεπτος τριβοῦνος, ὁ γνήσιός σοι περὶ τὰ ἐσπουδασμένα, ὡς γυνή τις προσέλευσιν ἐποιήσατο ἐπὶ τῆς σῆς γαληνότητος ἐπʼ ἀπωλείᾳ παιδὸς αὐτῆς φαρμακευθέντος, καὶ ὡς κέκριται παρʼ ὑμῶν φαρμακοὺς μὲν μηδαμοῦ εἶναι, ὄντας δὲ ἀναιρεῖσθαι, ἢ ἐκείνους μόνους περιποιεῖσθαι οἷς ἡ μάχη πρὸς τὰ θηρία. καὶ τοῦτο, ὀρθῶς κριθὲν παρʼ ὑμῶν,
41.p158
2
41.p158
ξένον μοι πέφηνε. παντὸς γὰρ γέλωτος ἀνάμεστον τυγχάνει, πῶς τὰ μεγάλα ἄλγη τῶν τραυμάτων μικροῖς φαρμάκοις ἐπιχειρεῖς θεραπεύειν.
41.p158
3
41.p158
Θεὸν γὰρ ἐνυβρίσας, χηρῶν καὶ ὀρφανῶν μάτην πρόνοιαν ποιῇ. τὸ μὲν γὰρ μανικὸν καὶ ἐπικίνδυνον, τὸ δὲ φιλοικτίρμονος καὶ συμπαθοῦς.
41.p159
41.p159
Ἐπαχθὲς ἡμῖν λέγειν πρὸς βασιλέα, ἰδιώτας ὄντας, ἐπαχθέστερον δέ σοι φανήσεται τὸ λέγειν πρὸς Θεόν. οὐδεὶς γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων φανήσεται. ἃ μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως,
41.p159
1