Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
42.p160
42.p160
Σωτηρίου πράγματος αἴτιος
42.p160
1
42.p160
γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείης
42.p160
2
42.p160
παρʼ ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς
42.p160
3
42.p160
παρεκάλεσας συμβουλεῦσαί σοι. τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. καὶ πάντως οὐκ ἐν προθέσει μόνον
42.p160
4
42.p160
τὸ τέλος ὑπάρχει, ἀλλʼ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων· Τίς βουλομενος
42.p160
οἶκον
42.p160
5
42.p160
οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος
42.p160
6
42.p160
ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες, ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε,
42.p160
7
42.p160
καὶ οὐκ ἴσχυσεν
42.p160
8
42.p160
ἐκτελέσαι. ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ
42.p160
9
42.p160
κατορθώματι. καὶ γὰρ
42.p160
10
42.p160
ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς
42.p160
11
42.p160
μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις
42.p160
12
42.p160
ἀγαθοῖς, ἀλλʼ ὁσημέραι εἰς τὸ πρόσω
42.p160
13
42.p160
προκόπτειν, λέγει·
42.p160
14
42.p160
Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω
42.p160
15
42.p160
ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ
42.p160
16
42.p160
κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ.
42.p161
42.p161
Οὐκοῦν μάταιος μὲν τοῦ δικαίου ὁ κόπος, ἀνέγκλητος δὲ καὶ τοῦ ἁμαρτωλοῦ ὁ τρόπος, ἐπιγενομένης ἐναλλαγῆς, τῷ μὲν ἀπὸ τοῦ κρείττονος
42.p161
ἐπὶ
42.p161
1
42.p161
τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι. ταῦτα καὶ τοῦ Ἰεζεκιὴλ ὡς ἐκ προσώπου τοῦ Κυρίου δογματίζοντος ἔστιν ἀκοῦσαι. Ἐὰν γάρ, φησίν, ἐκκλίνας ὁ δίκαιος πλημμελήσῃ, οὐ μὴ μνησθῶ τῶν δικαιοσυνῶν ὧν ἐποίησεν ἔμπροσθεν,
42.p161
2
42.p161
ἀλλʼ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. τὸ δὲ αὐτό φησι καὶ περὶ τοῦ ἁμαρτωλοῦ· Ἐὰν ἐπιστρέψας ποιήσῃ δικαιοσύνην, ζωὴν
42.p161
3
42.p161
ζήσεται
42.p161
4
42.p161
ἐν αὐτῇ. ποῦ γὰρ οἱ τοσοῦτοι Μωσῆ τοῦ θεράποντος πόνοι, τῆς ἐν στιγμῇ
42.p161
5
42.p161
ἀντιλογίας παραγραψαμένης αὐτοῦ τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον; ποῦ δὲ καὶ ἡ τοῦ Γιεζῆ συναναστροφὴ πρὸς τὸν Ἐλισσαῖον, φιλοχρηματίας χάριν λέπραν ἐπισπασαμένου; τί δὲ καὶ τοῦ πλήθους τῆς σοφίας τῷ Σολομῶντι ὄφελος, καὶ ἡ προλαβοῦσα τοιαύτη ἔννοια εἰς Θεόν, ὕστερον ἐκ τῆς
42.p161
6
42.p161
γυναικομανίας
42.p161
7
42.p161
εἰς εἰδωλολατρίαν αὐτοῦ
42.p161
8
42.p161
ἐκπεπτωκότος; ἀλλʼ οὐδὲ τὸν μακάριον Δαβὶδ ὁ μετεωρισμὸς ἀφῆκεν ἀνέγκλητον, διὰ τὴν εἰς τὴν
42.p161
9
42.p161
τοῦ Οὐρίου πλημμέλειαν. ἤρκει δὲ καὶ ἡ τοῦ Ἰούδα ἀπὸ τοῦ
42.p161
10
42.p161
κρείττονος εἰς τὸ χεῖρον μετάπτωσις πρὸς ἀσφάλειαν
42.p161
τοῦ κατὰ Θεὸν πολιτευομένου, ὃς ἐν τοσούτοις χρόνοις μαθητευθεὶς τῷ Χριστῷ
42.p161
11
42.p161
ὕστερον μικρῷ λήμματι τὸν διδάσκαλον ἀπεμπολήσας, ἑαυτῷ ἀγχόνην ἐπραγματεύσατο. τοῦτο οὖν γνωστόν σοι ἔστω,
42.p161
12
42.p161
ἀδελφέ, ὅτι οὐχ ὁ καλῶς ἀρχόμενος, οὗτος τέλειος, ἀλλʼ ὁ καλῶς ἀποτιθέμενος, οὗτος δόκιμος παρὰ Θεῷ.
42.p162
42.p162
Μὴ οὖν δῷς ὕπνον τοῖς ὀφθαλμοῖς, ἀδελφέ, μηδὲ νυσταγμὸν
42.p162
1
42.p162
σοῖς βλεφάροις, ἵνα σωθῇς ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. βλέπε γὰρ ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπάνω τείχους ὑψηλοῦ περιπατεῖς, ὅθεν οὐκ ἀκίνδυνον τῷ καταπεσόντι τὸ πτῶμα. μὴ οὖν εὐθέως εἰς ἀκρότητα ἀσκήσεως ἐκτείνῃς σεαυτόν· μάλιστα μηδὲ
42.p162
2
42.p162
θαῤῥήσῃς σεαυτῷ, ἵνα μὴ ἐξ ἀπειρίας ἀφʼ ὕψους τῆς ἀσκήσεως πέσῃς. κρεῖσσον γὰρ ἡ κατʼ ὀλίγον προκοπή. κατὰ μικρὸν οὖν κλέπτε τὰς ἡδονὰς τοῦ βίου, ἐξαφανίζων σεαυτοῦ
42.p162
3
42.p162
πᾶσαν συνήθειαν, μήποτε ἀθρόως πάσας ὁμοῦ ἐρεθίσας τὰς ἡδονὰς ὄχλον πειρασμῶν σεαυτῷ ἐπαγάγῃς. ἡνίκα δʼ ἂν τοῦ ἑνὸς πάθους τῆς ἡδονῆς κατὰ κράτος περιγένῃ, πρὸς τὴν ἑτέραν ἡδονὴν παράταξαι, καὶ οὕτω πασῶν τῶν ἡδονῶν εὐκαίρως περιγενήσῃ. ἡδονῆς γὰρ ὄνομα μὲν ἕν, πράγματα δὲ διάφορα. τοίνυν, ἀδελφέ, ἔσο πρῶτον μὲν ὑπομονητικὸς
42.p162
4
42.p162
πρὸς πάντα πειρασμόν. πειρασμοῖς δὲ ποταποῖς δοκιμάζεται ὁ πιστός; ζημίαις κοσμικαῖς, ἐγκλήμασι, καταψεύσμασιν, ἀπειθείαις, καταλαλιαῖς, διωγμοῖς. εἰς ταῦτα καὶ τὰ τοιαῦτα δοκιμάζεται ὁ πιστός.
42.p163
42.p163
Ἔπειτα δὲ καὶ ἡσύχιος ἔσο, μὴ προπετὴς ἐν λόγῳ, μὴ ἐριστικός, μὴ φιλόνεικος, μὴ κενόδοξος, μὴ ἐξηγητικός, ἀλλὰ φιλόπιστος, μὴ ἐν λόγῳ πολύς, ἕτοιμος δὲ ἴσθι
42.p163
1
42.p163
ἀεί, μὴ πρὸς διδασκαλίαν, ἀλλὰ πρὸς μάθησιν. μὴ περιεργάζου βίους κοσμικούς, ὅθεν οὐδέν σοι προσγένηται
42.p163
2
42.p163
ὄφελος. φησὶ γάρ· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. ὁ γὰρ ἡδέως λαλῶν τὰ τῶν ἁμαρτωλῶν, ἑτοίμως καθʼ ἑαυτοῦ ἐξυπνίζει τὰς ἡδονάς. μᾶλλον δὲ πολυπραγμόνει τὸν τῶν δικαίων βίον· οὕτω γὰρ ἂν εὑρήσεις ἑαυτῷ ὄφελος.
42.p163
3
42.p163
μὴ ἔσο φιλενδείκτης,
42.p163
4
42.p163
περιάγων τὰς κώμας ἢ τὰς οἰκίας, φεῦγε δὲ ταύτας ὡς ψυχῶν παγίδας. εἰ δέ τις διὰ πολλὴν εὐλάβειαν προτρέπεταί σε εἰς τὸν ἑαυτοῦ οἶκον, πολλῶν προφάσεων ἕνεκα, μανθανέτω ὁ τοιοῦτος ἀκολουθεῖν τῇ πίστει τοῦ ἑκατοντάρχου, ὃς τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου παρῃτήσατο λέγων· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. τοῦ δὲ Ἰησοῦ εἰπόντος αὐτῷ· Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι· ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ἡ τοῦ Χριστοῦ παρουσία ἀλλʼ ἡ πίστις τοῦ αἰτοῦντος ἠλευθέρωσε τὸν κάμνοντα. οὕτω καὶ νῦν, σοῦ εὐχομένου ἐν ᾧ ᾖς τόπῳ, καὶ τοῦ κάμνοντος πιστεύοντος ὅτι ταῖς σαῖς εὐχαῖς βοηθηθήσεται, ἀποβήσεται αὐτῷ πάντα καταθυμίως.
42.p164
42.p164
Πλέον δὲ τοῦ Κυρίου τοὺς οἰκείους σου μὴ ἀγαπήσεις.
42.p164
1
42.p164
ὁ γὰρ ἀγαπῶν, φησί, πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. τί δὲ βούλεται ἡ τοῦ Κυρίου ἐντολή; Εἴ τις, φησίν, οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐ δύναταί μου εἶναι μαθητής. εἰ συναπέθανες τῷ Χριστῷ ἀπὸ τῶν συγγενῶν σου τῶν κατὰ σάρκα, τί πάλιν ἐν αὐτοῖς ἀναστρέφεσθαι
42.p164
2
42.p164
θέλεις; εἰ δὲ ἃ κατέλυσας διὰ Χριστόν, πάλιν ταῦτα οἰκοδομεῖς διὰ τοὺς σνγγενεῖς σου, παραβάτην σεαυτὸν
42.p164
3
42.p164
καθιστᾷς.
42.p164
4
42.p164
μὴ οὖν διὰ χρέος τῶν συγγενῶν σου ἀναχωρήσῃς τοῦ τόπου σου· ἀναχωρῶν γὰρ ἐκ τοῦ τόπου σου, ἴσως ἀναχωρήσεις ἐκ
42.p164
5
42.p164
τοῦ τρόπου σου. μὴ ἔσο ὀχλοχαρής· μὴ φιλόχωρος, μὴ φιλοπολίτης. ἀλλὰ φιλέρημος, ἐφʼ ἑαυτῷ μένων ἀεὶ ἀμετεωρίστως,
42.p164
6
42.p164
τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἔργον ἡγούμενος.
42.p165
42.p165
Μηδὲ τῶν ἀναγνωσμάτων κατολιγωρήσῃς, μάλιστα
42.p165
1
42.p165
τῆς Νέας Διαθήκης, διὰ τὸ ἐκ τῆς Παλαιᾶς Διαθήκης πολλάκις βλάβην ἐγγίνεσθαι, καὶ οὐχ ὅτι ἐγράφη βλαβερά, ἀλλʼ ὅτι ἡ τῶν βλαπτομένων διάνοια ἀσθενής. πᾶς γὰρ ἄρτος τρόφιμος, ἀλλὰ τοῖς ἀσθενοῦσιν ἐπιβλαβής· οὕτως οὖν πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος,
42.p165
καὶ οὐδὲν κοινὸν δι’ αὐτῆς, εἰ μὴ τῷ λογιζομένῳ κοινὸν εἶναι, ἐκείνῳ
42.p165
2
42.p165
κοινόν. Πάντα δὲ δοκίμαζε· τὸ καλὸν κάτεχε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχου. Πάντα
42.p165
3
42.p165
γὰρ ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. ἔσο οὖν τοῖς συντυγχάνουσί σοι ἐν πᾶσιν ἀπρόσκοπος, προσχαρής, φιλάδελφος,
42.p165
4
42.p165
ἡδύς, ταπεινόφρων μὴ ἐκπίπτων τοῦ σκοποῦ τῆς φιλοξενίας διὰ βρωμάτων πολυτελείας, ἀρκούμενος δὲ τοῖς παροῦσι, τῆς καθημερινῆς χρείας τοῦ μονήρους βίου μηδὲν πλέον ἀπό τινος λάβῃς· καὶ μάλιστα φύγε τὸν χρυσὸν ὡς ψυχῆς ἐπίβουλον καὶ ἁμαρτίας πατέρα, ὑπουργὸν δὲ τοῦ διαβόλου. μὴ προφάσει τῆς εἰς τοὺς πένητας διακονίας σεαυτὸν
42.p165
5
42.p165
ὑπόδικον φιλοχρηματίας καταστήσῃς. εἰ δέ τις πτωχῶν ἕνεκα κομίσει σοι χρήματα, γνῷς δέ τινας εἶναι λειπομένους, αὐτῷ ἐκείνῳ, ᾧ ὑπάρχει τὰ χρήματα, ἀποκομίσαι τοῖς ὑστερουμένοις ἀδελφοῖς συμβούλευσον, μή ποτε μολύνῃ σου τὴν συνείδησιν ἡ τῶν χρημάτων ὑποδοχή.
42.p166
42.p166
Τὰς ἡδονὰς φεῦγε· τὴν ἐγκράτειαν δίωκε· καὶ τὸ μὲν σῶμα τοῖς πόνοις ἄσκει, τὴν δὲ ψυχὴν τοῖς
42.p166
πειρασμοῖς ἔθιζε.
42.p166
1
42.p166
τὴν σώματος καὶ ψυχῆς ἀνάλυσιν
42.p166
2
42.p166
ἀπαλλαγὴν παντὸς κακοῦ τιθέμενος,
42.p166
3
42.p166
ἐκδέχου
42.p166
4
42.p166
τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, ἧς πάντες οἱ ἅγιοι μέτοχοι γεγόνασι. σὺ δὲ ἀδιαλείπτως ζυγοστατῶν ἀντιπαρατίθεσο
42.p166
5
42.p166
τῇ διαβολικῇ ἐννοίᾳ τὸν εὐσεβῆ λογισμόν, ὥσπερ ἐπὶ τρυτάνης, τῇ ῥοπῇ τῆς πλάστιγγος τούτῳ παραχωρῶν. καὶ μάλιστα ὅταν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια λέγῃ· Τί σοι τὸ ὄφελος τῆς ἐν τῷ τόπῳ τούτῳ διαγωγῆς; τί σοι τὸ κέρδος τῆς ἀναχωρήσεως τῆς ἀπὸ τῶν ἀνθρώπων συνηθείας; ἢ οὐκ ἔγνως τοὺς παρὰ τοῦ Θεοῦ τεταγμένους ἐπισκόπους τῶν τοῦ Θεοῦ ἐκκλησιῶν τοῖς ἀνδράσι συνήθως συνδιαζῶντας καὶ τὰς πνευματικὰς ἀδιαλείπτως ἐπιτελοῦντας πανηγύρεις, ἐν αἷς μάλιστά που τοῖς παραγενομένοις γίνεται ὄφελος; ἐκεῖ γὰρ ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων,
42.p166
6
42.p166
εὐαγγελικῶν νοημάτων ἔκθεσις,
42.p166
7
42.p166
θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων.
42.p166
8
42.p166
σὺ δὲ τοσούτων ἀγαθῶν ἀλλότριον σεαυτὸν καταστήσας κάθησαι ἐνθάδε
42.p166
9
42.p166
ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. ὁρᾷς γὰρ
42.p166
10
42.p166
ἐνταῦθα ἠρεμίαν πολλήν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν, καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν.
42.p167
42.p167
Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια καταῤῥῆξαί
42.p167
1
42.p167
σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος, λέγων· Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακά, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά.
42.p167
2
42.p167
παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν, φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρʼ αὐτοῦ λόγους κομψοὺς καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων.
42.p167
3
42.p167
πολλοῖς δὲ μετʼ αὐτὸν
42.p167
4
42.p167
συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων. εἶδον δὲ καὶ κάλλος γυναικῶν, βασάνιζόν μου τὴν σωφροσύνην· καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον· τὴν δὲ ἐμαυτοῦ παρθενίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν, πλὴν παρʼ οὐδενὶ τῶν διδασκάλων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν.
42.p167
5
42.p167
μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων, μέλεσι τεθρυμμένοις ἐνδεδυμένων. πάλιν
42.p167
6
42.p167
ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων,
42.p167
7
42.p167
τῆς φωνῆς τῶν γελοιαστῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθήτου βοήν. εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς
42.p167
τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. καὶ εἶδον καὶ ἰδοὺ
42.p167
8
42.p167
οὐκ ἦν πανήγυρις πνευματική, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη,
42.p167
9
42.p167
πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα.
42.p168
42.p168
Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι
42.p168
1
42.p168
μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν
42.p168
2
42.p168
προσαπολλύειν; ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως ἃ νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖν
42.p168
3
42.p168
ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται. αἱ μὲν γὰρ τραγῳδίαι ὥσπερ σκόλοπες τοῖς κατὰ τὸν βίον δι’ εὐθυμίας καὶ χαρᾶς ἐν ταῖς καρδίαις αὐτῶν ἐμπήσσονται, ἵνα τῆς ψαλμῳδίας ἐπισκοτίσῃ
42.p168
4
42.p168
τὸ καθαρόν. αἱ δὲ οἰμωγαὶ καὶ ὁ ὀδυρμὸς τῶν ἀδικουμένων ἀνθρώπων παρὰ τῶν ὁμοφύλων ἐπάγονται, ἵνα δειχθῇ τῶν πενήτων ἡ ὑπομονή. τίς οὖν ὠφέλεια ἐμοί,
42.p168
5
42.p168
ἢ δηλονότι τῆς ψυχῆς ἡ βλάβη;
42.p169
42.p169
Διὰ τοῦτο οὖν ἐγὼ μεταναστεύω ἐπὶ τὰ ὄρη ὡς στρουθίον· ὡς στρουθίον γὰρ ἐῤῥύσθην ἐκ τῆς
42.p169
παγίδος τῶν θηρευόντων. καὶ γὰρ ἐν ταύτῃ τῇ ἐρήμῳ διάγω, ὦ κακὴ ἔννοια, ἐν ᾗ ὁ Κύριος διέτριβεν. ἐνταῦθα ἡ δρῦς ἡ Μαμβρή· ἐνταῦθα ἡ οὐρανοφόρος κλῖμαξ, καὶ αἱ τῶν ἀγγέλων παρεμβολαὶ αἱ τῷ Ἰακὼβ ὀφθεῖσαι· ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ λαὸς ἁγνισθεὶς ἐνομοθετήθη, καὶ οὕτως εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθὼν εἶδε Θεόν. ἐνταῦθα τὸ ὄρος τὸ Καρμήλιον ἐν ᾧ Ἠλίας αὐλιζόμενος τῷ Θεῷ εὐηρέστησεν. ἐνταῦθα τὸ πεδίον ἐν ᾧ ἀναχωρήσας Ἔσδρας πάσας τὰς θεοπνεύστους βίβλους προστάγματι Θεοῦ ἐξηρεύξατο. ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ μακάριος Ἰωάννης ἀκριδοφαγῶν μετάνοιαν τοῖς ἀνθρώποις ἐκήρυξεν. ἐνταῦθα τὸ ὄρος τῶν ἐλαιῶν εἰς ὃ ὁ
42.p169
1
42.p169
Χριστὸς ἀνερχόμενος προσηύχετο, ἡμᾶς διδάσκων προσεύχεσθαι. ἐνταῦθα ὁ Χριστὸς ὁ τῆς ἐρήμου φίλος· φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ
42.p169
2
42.p169
αὐτῶν. ἐνταῦθα ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. ἐνταῦθα διδάσκαλοι καὶ προφῆται οἱ ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. ἐνταῦθα ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ ὁ τῶν μοναχῶν ἐρημοπολίτης βίος.
42.p170
42.p170
Ταῦτα τοίνυν
42.p170
1
42.p170
ἑκουσίως καταδέδεγμαι, ἵνα λάβω ἅπερ τοῖς μάρτυσι τοῦ Χριστοῦ καὶ τοῖς ἄλλοις πᾶσιν ἁγίοις ἐπήγγελται· ἵνα ἀψευδῶς
42.p170
λέγω· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἔγνων γὰρ τὸν μὲν θεοφιλῆ Ἀβραὰμ τῇ τοῦ Θεοῦ φωνῇ πειθόμενον καὶ εἰς τὴν ἔρημον μετοικοῦντα, καὶ Ἰσαὰκ καταδυναστευόμενον, καὶ Ἰακὼβ τὸν πατριάρχην ξενιτεύοντα, Ἰωσὴφ τὸν σώφρονα διαπιπρασκόμενον, τοὺς τῆς ἐγκρατείας εὑρετὰς τρεῖς παῖδας πυρομαχοῦντας, Δανιὴλ δεύτερον εἰς λάκκον λεόντων παραβαλλόμενον,
42.p170
2
42.p170
τὸν παῤῥησιαστὴν Ἱερεμίαν εἰς λάκκον βορβόρου καταδικαζόμενον· Ἡσαΐαν τὸν τῶν ἀποκρύφων θεατὴν πριζόμενον·
42.p170
3
42.p170
τὸν Ἰσραὴλ αἰχμαλωτιζόμενον· Ἰωάννην τὸν τῆς μοιχείας ἔλεγχον ἀποτεμνόμενον· ἀναιρουμένους τοὺς
42.p170
4
42.p170
Χριστοῦ μάρτυρας. καὶ ἵνα τί μακρολογῶ; ὅπου γε καὶ αὐτὸς ὁ Σωτὴρ ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἵνα τῷ ἑαυτοῦ θανάτῳ ἡμᾶς ζωοποιήσῃ, καὶ πάντας ἡμᾶς πρὸς τὴν ὑπομονὴν ἀλείψῃ καὶ ἑλκύσῃ. πρὸς τοῦτον ἐπείγομαι, καὶ πρὸς τὸν Πατέρα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. γνήσιος εὑρεθῆναι ἀγωνίζομαι,
42.p170
5
42.p170
ἀνάξιον ἐμαυτὸν
42.p170
6
42.p170
κρίνας τῶν τοῦ κόσμου καλῶν—πλὴν ἀλλʼ οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλʼ ὁ κόσμος δι’ ἐμέ.
42.p171
42.p171
Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος,
42.p171
1
42.p171
καὶ τελῶν αὐτὰ
42.p171
2
42.p171
σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. καὶ γὰρ ὁ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. ἀλλὰ καὶ ὁ ἀπόστολός φησι· Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρά, εἰς τὸ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ ἀλλήλους παρακαλεῖτε,
42.p171
3
42.p171
καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε,
42.p171
4
42.p171
ἄχρις οὗ τὸ σήμερον λέγεται. τὸ γὰρ σήμερον
42.p171
5
42.p171
σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸν
42.p171
6
42.p171
σώσεις, καὶ ἡμᾶς εὐφρανεῖς, καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
42.p171
7