Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
44.p173
44.p173
Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. ἔτι γὰρ ἀπιστία με περιέχει, καὶ οὐκ ἐπέρχεταί μου εἰς τὴν καρδίαν τὸ τηλικοῦτον ἀτόπημα καὶ τὸ ἐπιχείρημα τὸ μέγα ὃ ἔπραξας, εἴ γε κατὰ τὸ φαινόμενον ἤδη πᾶσιν οὕτως ἔχει. θαυμάζω γὰρ πῶς ἡ τοσαύτη σοφία κατεπόθη, πῶς ἡ τοσαύτη ἀκρίβεια διελύθη, πόθεν ἡ τοσαύτη τύφλωσις περιεχύθη, πῶς μηδὲν τὸ σύνολον ἐννοήσας τοιαύτην καὶ τοσαύτην ἀπώλειαν ψυχῶν εἰργάσω. εἰ γὰρ ἀληθὲς τοῦτο, παραδέδωκας καὶ τὴν σαυτοῦ ψυχὴν τῷ βυθῷ, καὶ πάντων τῶν ἀκουόντων τὴν ἀσέβειαν ταύτην τὸν τόνον παρέλυσας. τὴν πίστιν ἠθέτησας,
44.p173
1
44.p173
τοῦ ἀγῶνος τοῦ καλοῦ ἠστόχησας. διὸ ἀλγῶ ἐπὶ σοί. ποῖος γὰρ ἱερεὺς ἀκούων οὐ θρηνήσει; ποῖος ἐκκλησιαστικὸς οὐ κόπτεται; ποῖος λαϊκὸς οὐ σκυθρωπάζει; ποῖος ἀσκητὴς οὐ πενθεῖ; τάχα καὶ ὁ ἥλιος ἐσκότασεν ἐπὶ τῷ σῷ πτώματι, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐσαλεύθησαν ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐδάκρυσαν καὶ οἱ ἀναίσθητοι λίθοι ἐπὶ τῇ σῇ μανίᾳ, ἔκλαυσαν δὲ καὶ οἱ ἐχθροὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀνομίας σου.
44.p174
44.p174
Ὢ πολλῆς πωρώσεως, ὢ δεινῆς ὠμότητος. οὐ Θεὸν ἐφοβήθης, οὐκ ἀνθρώπους ᾐδέσθης, οὐ φίλους ἐνετράπης· ἀλλʼ ὁμοῦ πάντα ἐναυάγησας, ὁμοῦ πάντα ἐσυλήθης. διὸ πάλιν ἀλγῶ ἐπὶ σοί, ἄθλιε. ὁ τῆς βασιλείας πᾶσι τὸν τόνον ἀπαγγέλλων τῆς βασιλείας ἐξέπεσες. ὁ τῆς διδασκαλίας τὸν φόβον πᾶσιν ἐμποιῶν οὐκ ἔσχες φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν σου. ὁ ἁγιωσύνην κηρύσσων ἐναγὴς εὑρίσκῃ. ὁ ἐπὶ ἀκτημοσύνῃ σεμνυνόμενος συλοχρηματῶν ἐφευρίσκῃ. ὁ τὴν τοῦ Θεοῦ κόλασιν ἐπιδεικνύμενος διὰ τῆς ὑφηγήσεως αὐτὸς κόλασιν σεαυτῷ προεξένησας. πῶς σε θρηνήσω; πῶς ἀλγήσω ἐπὶ σοί; πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων καὶ συνετρίβη ἐπὶ τῆς γῆς; παντὸς ἀκούοντος ἠχήσει τὰ ἀμφότερα ὦτα. πῶς ὁ Ναζιραῖος ὁ ἐκλάμπων ὑπὲρ χρυσίον ἐσκότασεν ὑπὲρ ἀσβόλην; υἱὸς Σιὼν ὁ τίμιος πῶς ἐγένετο σκεῦος ἄχρηστον; οὗ ἡ μνήμη τῶν θείων Γραφῶν ὑπὸ πάντων ἐλαλεῖτο, σήμερον ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετʼ ἤχου. ὁ ὀξύνους ὀξέως ἀπώλετο. ὁ πολύνους πολύπλοκον ἁμαρτίαν εἰργάσατο. οἱ γὰρ ὠφελημένοι ὑπὸ τῆς σῆς διδασκαλίας ἐβλάβησαν ὑπὸ τῆς σῆς ἀπωλείας. οἱ τὰς ἀκοὰς παρατιθέντες ἐπὶ τῇ σῇ
44.p174
ὁμιλίᾳ ἔφραξαν τὰ ὦτα ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐγὼ δὲ θρηνῶν καὶ σκυθρωπάζων,
44.p174
1
44.p174
καὶ παρειμένος πάντοθεν, καὶ σποδὸν ὡσεὶ ἄρτον ἐσθίων, καὶ σάκκον ἐπὶ τῇ πληγῇ μου ἐπιῤῥίψας, τοιαῦτά σοι ἐγκώμια διεξέρχομαι· μᾶλλον δὲ ἐπιταφίους λόγους συντάσσων, ἀπαράκλητος καὶ ἀθεράπευτος διατελῶ· ὅτι παράκλησις κέκρυπται ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους· ἔστι γὰρ ἡ πληγή μου ὀδυνηρά. πόθεν ἰαθήσομαι;
44.p175
44.p175
Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεόν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως, ἐπᾶρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. ἴσχυσον ἐκ γῆς ἐπαναστῆναι. μνήσθητι τοῦ ἀγαθοῦ ποιμένος, ὅτι καταδιώκων ἐξελεῖταί σε. κἂν ᾖ
44.p175
1
44.p175
δύο σκέλη, ἢ λοβὸς ὠτίου, ἀποπήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, ὅτι ὁ πίπτων ἀνίσταται, καὶ ὁ ἀποστρέφων ἐπιστρέφει· ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος
44.p175
οὐκ ἀποβάλλεται. οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς.
44.p176
44.p176
Καιρὸς ἀνοχῆς ἐστί, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. ὠλίσθησας; ἐξεγείρου. ἥμαρτες; ἡσύχασον. μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. ὅρα οὖν μή ποτε, συνθήκας βουλόμενός τινων φυλάττειν, παραβῇς τὰς πρὸς τὸν
44.p176
1
44.p176
Θεὸν συνθήκας, ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. μὴ οὖν διά τινας λογισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρός με. ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. μὴ ἀναπέσῃς· μνήσθητι ἡμερῶν ἀρχαίων. ἔστι σωτηρία, ἔστι διόρθωσις. θάρσει, μὴ ἀπελπίσῃς. οὐκ ἔστι νόμος καταδικάζων τὸν χωρὶς οἰκτιρμῶν
44.p176
θάνατον, ἀλλὰ χάρις ὑπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει ὁ νυμφίος· οὐ κυριεύει ἁμαρτία. ἀναπάλαισον πάλιν· μὴ κατοκνήσῃς· καὶ σεαυτὸν οἰκτείρησον καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note