Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
4.p19
4.p19
Οἷα ποιεῖς, ὦ θαυμάσιε, τὴν φίλην ἡμῖν πενίαν καὶ φιλοσοφίας τροφὸν τῆς ἐσχατιᾶς ἀπελαύνων;
4.p19
οἶμαι γὰρ ἄν σε καὶ ἐξούλης γραφὴν ὑπʼ αὐτῆς φεύγειν, εἴ τις αὐτῇ προσγένοιτο λόγος· ὅτι τούτῳ
4.p19
1
4.p19
συνοικεῖν εἱλόμην ἐγὼ νῦν μὲν τὸν Ζήνωνα ἐπαινοῦντι, ὃς ναυαγίῳ πάντα ἀποβαλὼν οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλʼ, εὖγε, εἶπεν, ὦ τύχη,
4.p19
2
4.p19
συνελαύνεις ἡμᾶς εἰς τὸ τριβώνιον, νῦν δὲ τὸν Κλεάνθην μισθῷ ὕδωρ τοῦ φρέατος ἀπαντλοῦντα, ὅθεν αὐτός τε διέζη καὶ τοῖς διδασκάλοις μισθοὺς ὑπετέλει. τὸν δὲ Διογένην οὐδὲ ἐπαύσατό ποτε θαυμάζων τοῖς παρὰ τῆς φύσεως μόνοις ἀρκεῖσθαι φιλοτιμούμενον, ὡς καὶ τὸ κισσύβιον ἀποῤῥῖψαι, ἐπειδήπερ παρὰ παιδὸς ἐδιδάχθη κοίλαις ταῖς χερσὶν ἐπικύπτων
4.p19
3
4.p19
πίνειν. ταῦτα ἄν σοι καὶ τὰ τοιαῦτα ἡ σύνοικος ἡμῖν
4.p19
4
4.p19
πενία μέμψαιτο, ταῖς μεγαλοδωρεαῖς ἐξοικισθεῖσα νῦν. προσθείη δὲ καὶ ἀπειλήν τινα· ὅτι, εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν ἢ Ἰταλιῶτιν τρυφὴν ἀποδείξω τὰ πρότερα· οὕτω σε ἀκριβῶς τοῖς παρʼ ἐμαυτῆς ἀμυνοῦμαι.
4.p20
4.p20
Καὶ ταῦτα μὲν δὴ τοιαῦτα. ἥσθην δὲ ἀκούσας ἦρχθαί σε τῆς θεραπείας ἤδη, καὶ εὔχομαί σε ὄνασθαι αὐτῆς. πρέποι δʼ ἂν τῇ ἱερᾷ σου ψυχῇ ἄλυπος ὑπηρεσία σώματος.