Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
52.p206
52.p206
Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν περιηχήσασα, τοσοῦτον εὔφρανεν ἡμᾶς ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρηστότερα περὶ
52.p206
1
52.p206
τῆς εὐλαβείας
52.p206
ὑμῶν διηγησάμενος. ἔφη γάρ, τῇ τοῦ Θεοῦ χάριτι, πάντα ἐκεῖνα τὰ θρυλληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα οὐκ ἀκριβῶς τὴν καθʼ ὑμᾶς ἐπισταμένων ἀλήθειαν. προσετίθει
52.p206
2
52.p206
δὲ ὅτι καὶ διαβολὰς εὗρε παρʼ ὑμῖν καθʼ ἡμῶν ἀνοσίας, καὶ τοιαύτας οἵας ἂν εἴποιεν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ.
52.p206
3
52.p206
ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ αὐτός τε ἰαθεὶς τὴν ἐφʼ ὑμῖν βλάβην, ἥν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτεθεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκούσατε τοῦ ἀδελφοῦ ἡμῶν διαβεβαιωσαμένου.
52.p206
4
52.p207
52.p207
Ὃς ἐν οἷς τὸ
52.p207
1
52.p207
καθʼ ἑαυτὸν ὑμῖν παρέστησε, συναπέδειξε πάντως καὶ τὸ ἡμέτερον. ἓν γὰρ ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν πατέρων κληρονόμοι τῶν κατὰ τὴν Νικαίαν ποτὲ τὸ μέγα τῆς εὐσεβείας ἐξαγγειλάντων κήρυγμα· οὗ τὰ μὲν ἄλλα παντάπασίν
52.p207
2
52.p207
ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνήν, κακῶς παρά τινων ἐκληφθεῖσαν, εἰσί τινες οἱ μήπω παραδεξάμενοι· οὓς καὶ μέμψαιτο ἄν τις δικαίως, καὶ πάλιν μέντοι συγγνώμης αὐτοὺς ἀξιώσειεν. τὸ μὲν γὰρ πατράσι μὴ ἀκολουθεῖν καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης, ἐγκλήματος ἄξιον ὡς
52.p207
3
52.p207
αὐθαδείας γέμον, τὸ δὲ πάλιν ὑφʼ ἑτέρων διαβληθεῖσαν
52.p207
αὐτὴν ὕποπτον ἔχειν, τοῦτό
52.p207
4
52.p207
πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. καὶ γὰρ τῷ ὄντι οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες διέβαλον τὴν λέξιν ὡς οὐκ εὔσημον.
52.p207
5
52.p207
ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾷν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπʼ αὐτῆς, ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς ἃ διῃρέθη. τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπʼ αὐτοῦ νομισμάτων ἔχει
52.p207
6
52.p207
τινὰ λόγον τὸ διανόημα· ἐπὶ δὲ Θεοῦ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα οὐδʼ ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι. τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφὰ γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα.
52.p208
52.p208
Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν τὸ ὁμοούσιον προσειρήκασιν. ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. εἰπόντες γὰρ φῶς ἐκ φωτός, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι,
52.p208
1
52.p208
οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον, παραδεικνύντες ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρός, οὗτος ἁρμόσει
52.p208
2
52.p208
καὶ ἐπὶ Υἱοῦ. φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινόν, κατʼ αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος,
52.p208
3
52.p208
ὁμοούσιον εἶπαν
52.p208
4
52.p208
δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν· ἀλλʼ ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται.
52.p209
52.p209
Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν. οὐ γὰρ αὐτὸ τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλʼ ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα.
52.p210
52.p210
Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα, καὶ γεννηθέντα, ἀλλʼ οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν, οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλʼ ἄῤῥητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς
52.p210
θείας γεννήσεως ὁ τρόπος. ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας, τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀίδια, καὶ οἴεσθαι ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ ὁ Θεὸς ὁμοίως· δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν, ὅτι,
52.p210
1
52.p210
ἐπειδὴ τὰ θνητὰ οὕτως, ὁ ἀθάνατος οὐχ οὕτως. οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταῤῥυποῦν ἑαυτοῦ τὴν διάνοιαν.
52.p211
52.p211
Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ ὡς ἐν εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· Πορευθέντες βαπτίζετε
52.p211
1
52.p211
εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁ δὲ προτιθεὶς
52.p211
2
52.p211
Υἱοῦ, ἢ πρεσβύτερον
52.p211
3
52.p211
λέγων Πατρός, οὗτος
52.p211
4
52.p211
ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλʼ ἑαυτῷ καινοφωνίαν
52.p211
5
52.p211
εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. γέγραπται γάρ·
52.p211
6
52.p211
Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ. εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερόν ἐστι τοῦ ἐξ οὗ ἐστί; τίς δὲ καὶ ἡ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώτερον; ἀλλʼ οὐδὲ τοῦ
52.p211
Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. ὁμοίως οὖν ἐστιν ἀσεβὲς καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖν
52.p211
7
52.p211
καὶ ὑπερτιθέναι αὐτὸ ἢ
52.p211
8
52.p211
Υἱοῦ ἢ Πατρός, ἢ κατὰ τὸν χρόνον ἢ κατὰ τὴν τάξιν.
52.p212
52.p212
Ἃ μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλαβείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν, καὶ αὐτοὶ δʼ ἂν περὶ ὧν ἐπιζητοῦμεν εὕροιμέν
52.p212
1
52.p212
τινα παρʼ ὑμῶν πληροφορίαν.