Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
55.p220
55.p220
Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσἡ̣̣̓ μακροθυμίας, καὶ ἐθαύμασα πῶς δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. οὔτε πρῶτοι, οὔτε μόνοι, Παρηγόριε,
55.p220
1
55.p220
ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. ἀλλʼ ἀνάγνωθι τὸν ἐξενεχθέντα κανόνα
55.p220
2
55.p220
παρὰ τῶν ἁγίων πατέρων ἡμῶν τῶν ἐν τῇ
55.p220
συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι. ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικὸς
55.p220
3
55.p220
διαγωγῆς. ὡς ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶν
55.p220
4
55.p220
γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθʼ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος.
55.p221
55.p221
Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει, ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ἃ
55.p221
1
55.p221
ὡρίσαμεν, ἀλλʼ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ
55.p221
2
55.p221
σκάνδαλον. οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον, ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρχει.
55.p221
3
55.p221
τούτου ἕνεκεν προσετάξαμεν ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων πατέρων χωρισθῆναί σε τοῦ γυναίου.
55.p222
55.p222
Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; τί χωρεπισκόπῳ, καὶ παλαιᾶς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ
55.p222
1
55.p222
τὰς διαβολὰς προσίεσθαι; ἀλλʼ οὐχὶ σεαυτῷ
55.p222
2
55.p222
μὴ ἀνεχομένῳ
55.p222
ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; ἔκβαλλε
55.p222
3
55.p222
τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου, καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. ἔστω ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπʼ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς
55.p222
4
55.p222
βλασφημῆται. ἕως δʼ ἂν ταῦτα ποιῇς,
55.p222
5
55.p222
αἱ μυριάδες, ἅσπερ
55.p222
6
55.p222
συγγράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ
55.p222
7
55.p222
ἀργίας. ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.