Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
59.p230
59.p230
Ἐσιώπησα. μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι ἐπὶ πλεῖον τὴν δυσφορωτάτην ζημίαν τῆς σιωπῆς κυρῶσαι κατʼ ἐμαυτοῦ
59.p230
1
59.p230
μήτε αὐτὸς ἐπιστέλλων, μήτε ἀκούων προσφθεγγομένου; ἐγὼ μὲν γὰρ μέχρι τοῦ παρόντος ἐγκαρτερήσας τῷ σκυθρωπῷ τούτῳ δόγματι, ἡγοῦμαι πρέπειν κἀμοὶ τὰ τοῦ προφήτου λέγειν· ὅτι Ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἀεὶ μὲν ἐπιθυμῶν ἢ συντυχίας ἢ λόγων,
59.p230
2
59.p230
ἀεὶ δὲ ἀποτυγχάνων διὰ τὰς ἁμαρτίας τὰς ἐμαυτοῦ. οὐ γὰρ δὴ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπινοεῖν,
59.p230
3
59.p230
πλήν γε δὴ τοῦ
59.p230
πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτιννύειν δίκας, ἐν τῷ χωρισμῷ τῆς ἀγάπης σου· εἰ δὴ καὶ ὀνομάζειν χωρισμὸν ὅσιον ἐπὶ σοῦ καὶ οὑτινοσοῦν τῶν τυχόντων, μὴ ὅτι γε ἡμῶν, οἷς ἐξ ἀρχῆς ἐν πατρὸς γέγονας χώρᾳ.
59.p231
59.p231
Ἀλλʼ ἡ ἁμαρτία μου νῦν, οἷα νεφέλη βαθεῖά τις ἐπισχοῦσα, πάντων ἐκείνων ἄγνοιαν ἐνεποίησεν. ὅταν γὰρ ἀπίδω, πλὴν τοῦ ἐμοὶ λύπην τὸ γινόμενον φέρειν, μηδὲν ἕτερον ἐξ αὐτοῦ κατορθούμενον,
59.p231
1
59.p231
πῶς οὐχὶ εἰκότως ταῖς ἐμαυτοῦ κακίαις ἀνατίθημι τὰ παρόντα; ἀλλʼ εἴτε ἁμαρτίαι τῶν συμβάντων αἰτίαι, τοῦτό μοι πέρας ἔστω τῶν δυσχερῶν· εἴτε τι
59.p231
2
59.p231
οἰκονομούμενον ἦν, ἐξεπληρώθη πάντως τὸ σπουδαζόμενον. οὐ γὰρ ὀλίγος ὁ τῆς ζημίας χρόνος. διό, μηκέτι στέγων, πρῶτος ἔρρηξα φωνήν, παρακαλῶν ἡμῶν τε αὐτῶν ἀναμνησθῆναι καὶ σεαυτοῦ, ὃς πλέον ἢ κατὰ τὸ τῆς συγγενείας εἰκὸς παρὰ πάντα τὸν βίον τὴν κηδεμονίαν ἡμῶν ἐπεδείξω, καὶ τὴν πόλιν νῦν ἡμῶν ἕνεκεν ἀγαπᾷν, ἀλλὰ μὴ δι’ ἡμᾶς ἀλλοτριοῦν σαυτὸν τῆς πόλεως.
59.p232
59.p232
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα
59.p232
1
59.p232
σπλάγχνα καὶ οἰκτιρμοί, πλήρωσον ἡμῶν τὴν εὐχήν· ἐνταῦθα στῆσον τὰ κατηφῆ, ἀρχήν τινα δὸς τοῖς φαιδροτέροις πρὸς τὸ ἑξῆς, αὐτὸς τοῖς ἄλλοις καθηγούμενος ἐπὶ τὰ βέλτιστα, ἀλλʼ οὐχὶ ἀκολουθῶν ἑτέρῳ
59.p232
2
59.p232
ἐφʼ ἃ μὴ δεῖ. καὶ γὰρ οὐδὲ σώματος
59.p232
χαρακτὴρ ἴδιος οὕτω τινὸς ἐνομίσθη, ὡς τῆς σῆς ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. πρέποι
59.p232
3
59.p232
δʼ ἂν οὖν τῷ τοιούτῳ τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτόν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσί σοι, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ σοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι. καὶ γὰρ εἴ τι καὶ ἀντιτεῖνόν ἐστι νῦν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸ τὸ τῆς εἰρήνης ἀγαθὸν ἐπιγνώσεται. ἕως δʼ ἂν ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον συναύξεσθαι. ἔστι μὲν οὖν οὐδὲ ἐκείνοις πρέπον ἀμελεῖν ἡμῶν, πάντων δὲ πλέον τῇ τιμιότητί σου. καὶ γὰρ εἰ μὲν ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι. τοῦτο δὲ ἄνευ συντυχίας ἀμήχανον. εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; ταῦτα μὲν δὴ οὖν
59.p232
4
59.p232
τὰ τῆς ἰδίας ἐμαυτοῦ δικαιολογίας
59.p232
5
59.p232
προΐσχομαι.
59.p233
59.p233
Ἃ δʼ ἂν ὑπὲρ ἑαυτῶν αἱ ἐκκλησίαι εἴποιεν, οὐκ εἰς καλὸν τῆς διαστάσεως ἡμῶν ἀπολαύουσαι, βέλτιον μὲν
59.p233
1
59.p233
σιωπᾷν. οὐ γὰρ ἵνα λυπήσω τοῖς λόγοις κέχρημαι τούτοις,
59.p233
2
59.p233
ἀλλʼ ἵνα παύσω τὰ λυπηρά. τὴν δὲ σὴν σύνεσιν πάντως οὐδὲν διαπέφευγεν· ἀλλὰ πολλῷ μείζω καὶ τελειότερα ὧν ἡμεῖς νοοῦμεν αὐτὸς ἂν ἐξεύροις τῇ διανοίᾳ, καὶ ἄλλοις εἴποις, ὅς γε
59.p233
3
59.p233
καὶ εἶδες πρὸ ἡμῶν τὰς βλάβας τῶν ἐκκλησιῶν
59.p233
4
59.p233
καὶ λυπῇ μᾶλλον ἡμῶν πάλαι δεδιδαγμένος
59.p233
5
59.p233
παρὰ τοῦ Κυρίου
59.p233
μηδενὸς τῶν ἐλαχίστων καταφρονεῖν. νυνὶ δὲ ἡ βλάβη οὐκ εἰς ἕνα ἢ δεύτερον περιορίζεται, ἀλλὰ πόλεις ὅλαι καὶ δῆμοι τῶν ἡμετέρων παραπολαύουσι συμφορῶν. τὴν γὰρ ἐπὶ τῆς ὑπερορίας φήμην τί χρὴ καὶ λέγειν ὁποία τις ἔσται περὶ ἡμῶν; πρέπει οὖν ἂν
59.p233
6
59.p233
τῇ σῇ μεγαλοψυχίᾳ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι’ ἀνεξικακίας νικῆσαι τὰ λυπηρά. τὸ μὲν γὰρ ἀμύνεσθαι παντός ἐστι τοῦ ὀργιζομένου, τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο δὴ μόνου σοῦ, καὶ εἴ τίς σοι τὴν ἀρετὴν παραπλήσιος. ἐκεῖνο δὲ οὐκ ἐρῶ, ὅτι ὁ ἡμῖν χαλεπαίνων εἰς τοὺς μηδὲν ἀδικήσαντας τὴν ὀργὴν ἐπαφίησιν.
59.p234
59.p234
Εἴτε οὖν παρουσίᾳ, εἴτε γράμματι, εἴτε κλήσει τῇ πρὸς ἑαυτόν, εἴτε ᾧπερ ἂν ἐθέλοις τρόπῳ, παραμύθησαι ἡμῶν τὴν ψυχήν.
59.p234
1
59.p234
ἡμῖν μὲν γὰρ εὐχὴ ἐπὶ τῆς Ἐκκλησίας φανῆναι τὴν θεοσέβειάν σου, καὶ ἡμᾶς τε ὁμοῦ καὶ τὸν λαὸν θεραπεῦσαι αὐτῇ τε τῇ ὄψει καὶ τοῖς λόγοις τῆς χάριτός σου. ἐὰν μὲν οὖν τοῦτο ᾖ δυνατόν, τοῦτο κράτιστον· ἐὰν δέ τι ἕτερον δόξῃ, κἀκεῖνο δεξόμεθα. μόνον παγίως γνωρίσαι ἡμῖν τὸ παριστάμενον τῇ φρονήσει σου παρακλήθητι.