Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
60.p235
60.p235
Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου. τί γὰρ οὐκ ἔμελλον, ἀδελφόν τε ὄντα ἐμαυτοῦ, καὶ τοιοῦτον; καὶ νῦν
60.p235
1
60.p235
τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. μηδὲ γὰρ γένοιτό τι τοιοῦτο παθεῖν μηδέν, ὅ με τῆς φύσεως ἐπιλαθέσθαι καὶ ἐκπολεμωθῆναι πρὸς τοὺς οἰκείους ποιήσει. ἀλλὰ καὶ τῶν τοῦ σώματος ἀρρωστημάτων, καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς, παραμυθίαν ἡγησάμην
60.p235
2
60.p235
εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν· τοῖς τε παρὰ τῆς τιμιότητός
60.p235
3
60.p235
σου δι’ αὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· ἃ καὶ ἐκ πολλοῦ μοι ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ μὴ καὶ ἡμᾶς τι
60.p235
4
60.p235
σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειοτάτοις πρὸς ἀλλήλους διάστασις, ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφοράν, ἀπαρέσκουσα δὲ Θεῷ, τῷ ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. διὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαι σε ὑπὲρ ἡμῶν παρακαλῶν, καὶ τὰ ἄλλα κήδεσθαι ἡμῶν ὡς οἰκείων.
60.p236
60.p236
Τὸν δὲ νοῦν τῶν γινομένων
60.p236
1
60.p236
ἐπειδὴ αὐτοὶ ὑπὸ ἀμαθείας συνιέναι
60.p236
2
60.p236
οὐκ ἔχομεν, ἐκεῖνον ἐκρίναμεν
60.p236
ἀληθῆ εἶναι νομίζειν, ὃν ἂν αὐτὸς ἡμῖν ἐξηγήσασθαι καταξιώσῃς. ἀνάγκη δὲ καὶ τὰ λειπόμενα παρὰ τῆς σῆς μεγαλονοίας ὁρισθῆναι, τὴν συντυχίαν ἡμῶν τὴν πρὸς ἀλλήλους, καὶ καιρὸν τὸν πρέποντα, καὶ τόπον ἐπιτήδειον. εἴπερ οὖν ὅλως ἀνέχεται καταβῆναι πρὸς τὴν ταπείνωσιν ἡμῶν ἡ σεμνότης σου, καὶ λόγου τινὸς μεταδοῦναι ἡμῖν, εἴτε
60.p236
3
60.p236
μετʼ ἄλλων, εἴτε κατὰ σεαυτὸν βούλει γενέσθαι τὴν συντυχίαν, ὑπακουσόμεθα, τοῦτο ἅπαξ ἑαυτοῖς συμβουλεύσαντες, δουλεύειν
60.p236
4
60.p236
σοι ἐν ἀγάπῃ καὶ ποιεῖν ἐκ παντὸς τρόπου τὰ εἰς δόξαν Θεοῦ παρὰ τῆς εὐλαβείας σου ἡμῖν ἐπιτασσόμενα.
60.p236
5
60.p236
Τὸν δὲ αἰδεσιμώτατον ἀδελφὸν οὐδὲν ἠναγκάσαμεν ἀπὸ γλώττης εἰπεῖν ἡμῖν· διότι οὔτε
60.p236
6
60.p236
πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων.