Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
61.p237
61.p237
Ἐνέτυχον τοῖς γράμμασι τῆς σῆς ὁσιότητος, δι’ ὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέναξας. καὶ ὠδυράμεθα μὲν τὴν ἡμετέραν
61.p237
1
61.p237
πατρίδα, ὅτι τοιούτων κακῶν μήτηρ ἐστὶ καὶ τροφός· ὠδυράμεθα δὲ καὶ τὴν γείτονα
61.p237
τῆς ἡμετέρας
61.p237
2
61.p237
Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπολαύουσαν,
61.p237
3
61.p237
καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. τοῦτο ἦν ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον), καὶ οἱ ἄρχοντές σου οὐκ
61.p237
4
61.p237
ἀπὸ νυκτὸς ἐσθίουσιν, ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοιϲ ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι, ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ.
61.p238
61.p238
Ἐγνωρίσθη δὲ καὶ τῇ ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται,
61.p238
1
61.p238
μὴ πυρός, μὴ ὕδατος, μὴ
61.p238
2
61.p238
σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. ἀρκοῦσα δὲ αὐτῷ στήλη, καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ. οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες· πάντως δέ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραώ, ἀλλʼ εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσιν
61.p238
3
61.p238
οἴσει.