Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
63.p241
63.p241
Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτʼ αὐτὸν ὄσσοις προσίδω, κρίνω φίλον· Εὐριπίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. ὥστε, εἰ, μήπω τῆς κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσίν σου τῆς μεγαλοφυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις, μὴ κολακείαν εἶναι
63.p241
1
63.p241
τὸν λόγον κρίνῃς. ἔχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας, μεγαλοφώνως τὰ σὰ πᾶσιν
63.p241
2
63.p241
ἀνθρώποις συμβοῶσαν. ἀφʼ οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ Ἐλπιδίῳ
63.p241
3
63.p241
συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν, καὶ οὕτω κατʼ ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες, καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. οὐ γὰρ ἐπαύσατο ὁ ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος, το μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήματος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα, ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου φαιδρότητι
63.p241
4
63.p241
κεκραμένην, λόγου δύναμιν, τἄλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατόν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν
63.p241
ἐπιστολὴν προαγάγωμεν. πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾷν τὸν τοιοῦτον; πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι, πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν;
63.p242
63.p242
Δέχου τοίνυν τὴν προσηγορίαν, ὦ θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόρρω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ καταλόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν.

Intertext edge

Open linked passage

Note