Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
65.p244
65.p244
Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μέν, τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα ἀπαιτῶν, ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχὴν τῆς προσφωνήσεως, ἡ δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς ἡσυχίας
65.p244
1
65.p244
ἐγκαρτερεῖν; ἀλλʼ ὅμως ἐγώ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας. αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον, εἰδὼς ὅτι ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυτῆς· διόπερ οὔτε
65.p244
2
65.p244
ἐκπίπτει ποτέ. ἀταπείνωτος γὰρ ὁ κατὰ ἀγάπην τῷ πλησίον
65.p244
ὑποτασσόμενος. ὅπως οὖν καὶ αὐτὸς πρὸς γοῦν τὸ ἑξῆς τὸν
65.p244
3
65.p244
πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύματος ἐπιδεικνύμενος,
65.p244
4
65.p244
τὴν ἀγάπην, ἀπορρίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπόν, ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς
65.p244
5
65.p244
ὑποφαίνεις, ἀναλάβῃς δὲ χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν ἐκκλησιῶν
65.p244
6
65.p244
τοῦ Κυρίου διαμονῆς. γίνωσκε γάρ, ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν ἐκκλησιῶν ἀναλάβοιμεν, ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμόν, οὐδὲν τὸ κωλῦον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ τὸν Θεὸν τὴν ἐνδεχομένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἐπιδειξαμένους.
65.p244
7
65.p245
65.p245
Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὴν ἐντολὴν
65.p245
1
65.p245
τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. ἅμα δὲ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν καὶ πρὸς ἡμᾶς εἰσέλθοι ποτέ, κἂν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν,
65.p245
οὐδὲ τοῦς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας
65.p245
2
65.p245
ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.

Intertext edge

Open linked passage

Note