Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
69.p253
69.p253
Ἣν ἐκ παλαιοῦ
69.p253
1
69.p253
περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχομεν, ταύτην ὁ χρόνος προϊὼν ἀεὶ βεβαιοῖ· μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθʼ ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλʼ ἡ μέριμνά σοι πασῶν τῶν ἐκκλησιῶν τοσαύτη, ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ Δεσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται· ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον
69.p253
ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα, καὶ τὸν ἀγαθὸν αὐτοῦ
69.p253
2
69.p253
τῆς ἀποδημίας σκοπὸν
69.p253
3
69.p253
ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται κατʼ ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντιτείνοντα προσαγόμενος, καὶ τὰ διεσπασμένα συνάπτων. ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων, ἐπὶ
69.p253
4
69.p253
τὴν σὴν ἀναδράμοιμεν τελειότητα, καὶ σοὶ συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. ὅθεν καὶ τὸν ἀδελφὸν Δωρόθεον, τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ, καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀνεπέμψαμεν,
69.p253
5
69.p253
ὥστε, ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ, καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν, ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις.
69.p254
69.p254
Ὃν καὶ ὑποδέξῃ δηλονότι, καὶ προσβλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ, καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰς
69.p254
1
69.p254
τῶν αὐτόθεν σπουδαίων, ἐπὶ τὰ προκείμενα ὁδηγήσεις. ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης, ἐπισκέψασθαι τὰ ἐνταῦθα, καὶ δοῦναι γνώμην, ἵνʼ ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ
69.p254
δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα, ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους ὑπενεγκεῖν,
69.p254
2
69.p254
ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιαστρόφους τῶν παρʼ ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ, καὶ πάντα ἔχοντας μεθʼ ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα ἐπὶ λύσει τῶν κατʼ ἀνάγκην ἐκεῖ γενομένων· καὶ τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης.
69.p255
69.p255
Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται,
69.p255
τὸν τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς
69.p255
1
69.p255
ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως
69.p255
2
69.p255
ἀλλοτρίως ἔχουσαν, ἐξορίσαι.
69.p255
3
69.p255
ἐπεὶ μέχρι τοῦ νῦν ἐν πᾶσιν οἷς ἐπιστέλλουσι γράμμασι, τὸν μὲν δυσώνυμον Ἄρειον ἄνω καὶ κάτω ἀναθεματίζοντες καὶ τῶν ἐκκλησιῶν ἐξορίζοντες οὐ διαλείπουσι, Μαρκέλλῳ δέ, τῷ κατὰ διάμετρον ἐκείνῳ τὴν ἀσέβειαν ἐπιδειξαμένῳ, καὶ εἰς αὐτὴν τὴν ὕπαρξιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀσεβήσαντι καὶ κακῶς τὴν τοῦ Λόγου προσηγορίαν ἐκδεξαμένῳ, οὐδεμίαν μέμψιν ἐπενεγκόντες φαίνονται. ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι, κατὰ χρείαν καὶ ἐπὶ καιροῦ προελθόντα, πάλιν δὲ εἰς τὸν ὅθεν ἐξῆλθεν ἐπαναστρέψαντα, οὔτε πρὸ τῆς ἐξόδου εἶναι, οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι. καὶ τούτου ἀπόδειξις
69.p255
4
69.p255
αἱ παρʼ ἡμῖν ἀποκείμεναι βίβλοι τῆς ἀδίκου ἐκείνης συγγραφῆς ὑπάρχουσιν. ἀλλʼ ὅμως τοῦτον οὐδαμοῦ διαβαλόντες
69.p255
5
69.p255
ἐφάνησαν, καὶ ταῦτα αἰτίαν ἔχοντες ὡς, τὸ ἐξ ἀρχῆς κατʼ ἄγνοιαν τῆς ἀληθείας, καὶ εἰς κοινωνίαν αὐτὸν ἐκκλησιαστικὴν παραδεξάμενοι. ἐκείνου τε οὖν μνησθῆναι πρεπόντως ἀπαιτεῖ τὰ παρόντα, ὥστε μὴ ἔχειν ἀφορμὴν τοὺς θέλοντας ἀφορμήν, ἐκ τοῦ τῇ σῇ ὁσιότητι συνάπτειν τοὺς ὑγιαίνοντας καὶ τοὺς πρὸς τὴν ἀληθῆ πίστιν
69.p255
ὀκλάζοντας φανεροὺς πᾶσι ποιῆσαι· ὥστε τοῦ λοιποῦ γνωρίζειν ἡμᾶς τοὺς ὁμόφρονας, καὶ μή, ὡς ἐν νυκτομαχίᾳ, μηδεμίαν φίλων καὶ πολεμίων ἔχειν διάκρισιν. μόνον παρακαλοῦμεν εὐθὺς ὑπὸ τὸν πρῶτον πλοῦν ἐκπεμφθῆναι τὸν προειρημένον διάκονον, ἵνα δυνηθῇ κατὰ γοῦν τὸ ἐφεξῆς ἔτος γενέσθαι τι, ὧν προσευχόμεθα.
69.p256
69.p256
Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρων
69.p256
1
69.p256
λόγων συνιεῖς τε αὐτὸς καὶ φροντιεῖς δηλονότι, ὅπως ἐπιστάντες, ἐὰν ὁ Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς ἐκκλησίαις
69.p256
2
69.p256
τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλήλους διαφορῶν ἀφορμὰς εὕρωσιν
69.p256
3
69.p256
ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης, καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. μᾶλλον δέ, τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντός σοι, πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν ἐκκλησιῶν ἐπιτρέποντας.