Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
6.p25
6.p25
Ἔμελλον ἀποσιωπᾷν πρὸς τὴν κοσμιότητά σου, λογιζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ
6.p25
1
6.p25
θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. ἐπεὶ δέ με
6.p25
2
6.p25
εἰσῆλθεν ὅτι πρὸς Χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην
6.p25
εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα. ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο,
6.p25
3
6.p25
τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. ὦ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. ὦ γῆ, τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει;
6.p26
6.p26
Ἀλλʼ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ εὐαγγελίῳ ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυτοὺς προσαπόλλυμεν. μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. ἀμαθεῖς ἐσμέν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον καὶ οὐκ ἐστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον, ἀλλʼ εὐχαριστοῦσα τῷ Θεῷ ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι.
6.p27
6.p27
Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός;
6.p27
1
6.p27
ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο, ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ
6.p27
2
6.p27
οὐκ ἐπιστάμεθα. περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν ᾧ κατοικεῖς καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα. ἀνάβλεψον πρὸς
6.p27
3
6.p27
τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ
6.p27
4
6.p27
οὗτος
6.p27
5
6.p27
διαμενεῖ. οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτά,
6.p27
6
6.p27
πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. μὴ καθʼ ἑαυτὸ μέτρει τὸ πάθος, ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. ἐπὶ πᾶσι δὲ ἐκεῖνο
6.p27
εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε
6.p27
7
6.p27
παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν τῷ πάθει ἑαυτὴν καταναλίσκουσα.
6.p27
8
6.p27
ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παράκλησιν, ἀλλʼ εὐχῆς ἡγοῦμαι χρείαν εἶναι πρὸς τὰ πρὸς τὰ παρόντα. εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνάμει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵνʼ οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.