Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
71.p259
71.p259
Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας
71.p259
1
71.p259
διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου· καὶ ὅσα ἐνέφηνας ἡμῖν, αὐτὸς ταῦτα γυμνῶς διηγήσατο. ἀκούσαντες δὲ ὅπως
71.p259
2
71.p259
διετέθημεν, οὐκ ἀμφιβάλλεις πάντως. πλὴν ἀλλʼ ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον,
71.p259
καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ, τὰς λειπομένας ἡμέρας ἢ ὥρας
71.p259
3
71.p259
οὕτω
71.p259
4
71.p259
διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει, ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν ᾧ οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν.
71.p260
71.p260
Εἰ δὲ ὁ δεῖνα ἄρτι, παρακύψαι φιλοτιμούμενος πρὸς τὸν βίον τῶν Χριστιανῶν, εἶτα οἰόμενος αὐτῷ σεμνότητά τινα φέρειν τὸ ἡμῖν συνανατρίβεσθαι, ἅ τε οὐκ ἤκουσε κατασκευάζει, καὶ ἃ μὴ ἐνόησεν ἐξηγεῖται, θαυμαστὸν οὐδέν. ἀλλʼ ἐκεῖνο θαυμαστὸν καὶ παράδοξον, ὅτι τούτων ἀκροατὰς ἔχει τοὺς γνησιωτάτους μοι τῶν παρʼ ὑμῖν ἀδελφῶν, καὶ οὐκ ἀκροατὰς μόνον, ἀλλὰ καὶ μαθητάς, ὡς ἔοικεν. εἴ γε
71.p260
1
71.p260
καὶ ἄλλως ἦν παράδοξον τοιοῦτον μὲν εἶναι τὸν διδάσκοντα,
71.p260
2
71.p260
ἐμὲ δὲ τὸν διασυρόμενον, ἀλλʼ οὖν τῶν καιρῶν ἡ καταστροφὴ ἐπαίδευσεν ἡμᾶς πρὸς μηδὲν δυσκολαίνειν. πάλαι γὰρ τὰ τούτων ἀτιμότερα συνήθη ἡμῖν γέγονε διὰ τὰς ἁμαρτίας ἡμῶν. ἐγὼ τοίνυν, εἰ μὲν οὐδέπω τοῖς αὐτοῦ ἀδελφοῖς δέδωκα πεῖραν τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν αἱρέσεως,
71.p260
3
71.p260
οὐδὲ νῦν ἔχω τι ἀποκρίνασθαι· οὓς γὰρ οὐκ ἔπεισεν ὁ μακρὸς χρόνος, πῶς συμπείσει ἐπιστολὴ βραχεῖα; εἰ δὲ ἐκεῖνα αὐτάρκη, λῆροι νομιζέσθωσαν τὰ παρὰ τῶν διαβαλλόντων. πλήν γε ὅτι, ἐὰν ἐπιτρέψωμεν στόμασιν ἀχαλινώτοις καὶ καρδίαις ἀπαιδεύτοις λαλεῖν περὶ ὧν ἂν
71.p260
ἐθέλωσιν,
71.p260
4
71.p260
καὶ ἕτοιμα ἔχωμεν πρὸς ὑποδοχὴν τὰ ὦτα, οὐ μόνον ἡμεῖς τὰ τῶν ἄλλων παραδεξόμεθα, ἀλλὰ καὶ ἕτεροι τὰ ἡμέτερα.
71.p261
71.p261
Τούτων δὲ αἴτιον ἐκεῖνο, ὃ πάλαι μὲν παρεκάλουν μὴ γίνεσθαι, νῦν δὲ ἀπαγορεύσας σιωπῶ, τὸ μὴ συντυγχάνειν ἡμᾶς ἀλλήλοις. εἰ γὰρ κατὰ τὰς ἀρχαίας συνθήκας, καὶ κατὰ τὴν ὀφειλομένην νῦν ταῖς ἐκκλησίαις παρʼ ἡμῶν ἐπιμέλειαν, τὰ πολλὰ τοῦ ἐνιαυτοῦ μετʼ ἀλλήλων διήγομεν, οὐκ ἂν ἐδώκαμεν πάροδον τοῖς διαβάλλουσι. σὺ
71.p261
1
71.p261
δέ, εἰ δοκεῖ, τούτους μὲν ἔα χαίρειν, αὐτὸς δὲ παρακλήθητι συγκάμνειν ἡμῖν εἰς τὸν προκείμενον ἀγῶνα καὶ συντυχεῖν μεθʼ ἡμῶν τῷ καθʼ ἡμῶν στρατευομένῳ. εἰ γὰρ ὀφθῇς μόνον, ἐφέξεις
71.p261
2
71.p261
αὐτοῦ τὴν ὁρμὴν καὶ τοὺς συγκροτουμένους ἐπὶ τῷ καταστρέψασθαι τὰ τῆς πατρίδος πράγματα διαλύσεις, γνώριμον αὐτοῖς καταστήσας, ὅτι αὐτὸς τῇ τοῦ Θεοῦ χάριτι τοῦ καθʼ ἡμᾶς συλλόγου κατάρχεις,
71.p261
3
71.p261
καὶ φράξεις πᾶν ἄδικον στόμα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀνομίαν. ἂν ταῦτα γένηται, αὐτὰ τὰ πράγματα δείξει, τίς μὲν ὁ κατακολουθῶν σοι ἐπὶ τὰ καλά, τίς δὲ ὁ μετοκλάζων καὶ προδιδοὺς δειλίᾳ τὸν λόγον τῆς ἀληθείας. ἐὰν δὲ τὰ τῆς ἐκκλησίας προδιδόμενα ᾖ, ὀλίγος
71.p261
4
71.p261
μοι λόγος διὰ ῥημάτων πείθειν τοὺς τοσούτου με
71.p261
5
71.p261
τιθεμένους ἄξιον, ὅσον
71.p261
6
71.p261
ἂν τιμήσωνται ἄνθρωποι οὔπω ἑαυτοὺς
71.p261
7
71.p261
μετρεῖν δεδιδαγμένοι. μετʼ οὐ πολὺ γάρ, τῇ τοῦ Θεοῦ
71.p261
χάριτι, ἡ διὰ τῶν ἔργων ἀπόδειξις τὰς συκοφαντίας ἐλέγξει, διοτι
71.p261
8
71.p261
προσδοκῶμεν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας τάχα μέν τι καὶ μεῖζον πείσεσθαι· εἰ δὲ μή, πάντως γε τῶν ἐκκλησιῶν καὶ τῶν πατρίδων ἀπελαθήσεσθαι. ἐὰν δὲ καὶ μηδὲν τῶν ἐλπιζομένων γένηται, οὐ μακράν ἐστι τὸ τοῦ Χριστοῦ δικαστήριον. ὥστε, εἰ μὲν τὴν συντυχίαν διὰ τὰς ἐκκλησίας ἐπιζητεῖς ἕτοιμος συνδραμεῖν ὅπουπερ ἂν προκαλῇ·
71.p261
9
71.p261
εἰ δέ, ἵνα τὰς συκοφαντίας διαλύσω, οὐ σχολή μοι νῦν ἀποκρίνασθαι περὶ τούτων.