Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
72.p262
72.p262
Οἶδά σου καὶ τὴν πρὸς
72.p262
1
72.p262
ἡμᾶς ἀγάπην, καὶ τὴν περὶ τὰ καλὰ σπουδήν. διόπερ χρῄζων δυσωπῆσαι τὸν ποθεινότατον υἱὸν Καλλισθένην, ἡγησάμην, εἰ κοινωνόν σε λάβοιμι τῆς φροντίδος, ῥᾷον κατορθώσειν τὸ σπουδαζόμενον. λελύπηται ὁ ἀνὴρ κατὰ τοῦ λογιωτάτου Εὐστοχίου, καὶ λελύπηται δικαίαν λύπην. ἐγκαλεῖ αὐτοῦ τοῖς οἰκέταις θράσος κατʼ αὐτοῦ καὶ ἀπόνοιαν. τοῦτον
72.p262
ἀξιοῦμεν παρακληθῆναι, ἀρκεσθέντα
72.p262
2
72.p262
τῷ φόβῳ, ὃν ἐφόβησεν αὐτούς τε
72.p262
3
72.p262
τοὺς θρασυνομένους καὶ τοὺς τούτων δεσπότας, καταλῦσαι τὴν φιλονεικίαν, δόντα τὴν χάριν. οὕτω γὰρ ἀμφότερα ὑπάρξει·
72.p262
4
72.p262
καὶ τὸ παρὰ ἀνθρώποις σεμνόν, καὶ τὸ παρὰ Θεῷ εὐδόκιμον, ἐὰν τῷ φόβῳ θελήσῃ τὸ μακρόθυμον ἀναμίξαι. αὐτός τε οὖν, εἴ τις σοι
72.p262
5
72.p262
προϋπάρχει φιλία πρὸς τὸν ἄνδρα καὶ συνήθεια, αἴτησον παρʼ αὐτοῦ τὴν χάριν ταύτην· καὶ οὓς ἐὰν γνῷς ἐν τῇ πόλει δυναμένους αὐτὸν δυσωπῆσαι, κοινωνοὺς λάβε τῆς φροντίδος, εἰπὼν αὐτοῖς, ὅτι τὸ γινόμενον ἐμοὶ μάλιστα κεχαρισμένον ἔσται.
72.p263
72.p263
Καὶ ἀπόπεμψαι τὸν συνδιάκονον πράξαντα
72.p263
1
72.p263
ὧν ἕνεκεν ἀπεστάλη. αἰσχύνομαι γάρ, καταφυγόντων πρός με τῶν ἀνθρώπων, μὴ δυνηθῆναι αὐτοῖς γενέσθαι τι χρήσιμον.

Intertext edge

Open linked passage

Note