Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
74.p269
74.p269
Ἐμὲ τί οἴει πόσου ποτʼ ἂν τιμήσασθαι τὸ εἰς ταὐτὸν ποθʼ ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ ἐπὶ
74.p269
πλεῖον σοὶ συγγενέσθαι, ὥστε πάντων ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν ; καὶ γὰρ εἰ μέγα πρὸς μαρτυρίαν παιδεύσεως τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα, καὶ νόον γνῶναι, τοῦτο οἶμαι δι’ ὀλίγου χαρίζεσθαι τὴν σὴν ὁμιλίαν. τί γὰρ διαφέρει πολλοὺς ἰδεῖν κατὰ μέρος, ἢ ἕνα τὸν
74.p269
1
74.p269
πάντων ὁμοῦ τὴν πεῖραν ἀναδεξάμενον ; μᾶλλον δὲ ἐγὼ καὶ πλεῖστον ἂν ἔχειν εἴποιμι τὸ διάφορον, ὅσα ἀταλαίπωρον τὴν γνῶσιν τῶν καλῶν προξενεῖ, καὶ καθαρὰν τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας συνάγει τὴν ἱστορίαν τῆς ἀρετῆς. εἴτε γὰρ πρᾶξις ἀρίστη, εἴτε λόγος μνήμης ἄξιος, εἴτε πολιτεῖαι
74.p269
2
74.p269
ἀνδρῶν ὑπερπεφυκότων τοὺς ἄλλους, πάντα τῷ σῷ ταμιείῳ τῆς ψυχῆς ἐναπόκειται. ὥστε οὐκ εἰς ἐνιαυτὸν μόνον, ὡς ὁ Ἀλκίνοος
74.p269
3
74.p269
τοῦ Ὀδυσσέως, ἀλλʼ εἰς πάντα μου τὸν βίον εὐξαίμην ἄν σου ἀκούειν, καὶ μακρὸν ἄν μοι γενέσθαι τούτου γε ἕνεκα τοῦτον, καὶ ταῦτα δυσκόλως πρὸς αὐτὸν διακείμενος. τί δήποτʼ οὖν ἐπιστέλλω νῦν, παρεῖναι δέον ; ὅτι με
74.p269
4
74.p269
κάμνουσα ἡ πατρὶς ἐπείγει πρὸς ἑαυτήν. οἷα γὰρ πέπονθεν, οὐκ ἀγνοεῖς, ὦ ἄριστε· ὅτι Πενθέως τρόπον Μαινάδες ὄντως τινές, δαίμονες,
74.p269
5
74.p269
αὐτὴν διεσπάσαντο. διαιροῦσι γὰρ αὐτὴν καὶ ἐπιδιαιροῦσιν· ὥσπερ
74.p269
οἱ κακοὶ τῶν ἰατρῶν, χαλεπώτερα τὰ ἕλκη ποιοῦντες τῇ παρʼ ἑαυτῶν ἀπειρίᾳ. ἐπεὶ οὖν κέκμηκε κατατεμνομένη, λείπεται αὐτὴν θεραπεύειν, ὡς ἀρρωστοῦσαν. ἐπέστειλαν οὖν
74.p269
6
74.p269
ἐπείγοντες ἡμᾶς οἱ πολῖται· καὶ ἀνάγκη ἀπαντᾷν, οὐχ ὥς τι ὄφελος ἐσομένους τοῖς πράγμασιν, ἀλλὰ τὴν ἐκ τῆς ἀπολείψεως μέμψιν ἐκκλίνοντας. οἶσθα γάρ, ὡς εὔκολοι μὲν ἐλπίσαι οἱ ἀμηχανοῦντες, εὔκολοι δέ που καὶ καταμέμψασθαι, ἐπὶ τὸ παρεθὲν ἀεὶ τρέποντες τὰς αἰτίας.
74.p270
74.p270
Καίτοι ἔγωγε καὶ αὐτοῦ τούτου ἕνεκεν ἐδεόμην σοι συνελθεῖν καὶ δοῦναι γνώμην· μᾶλλον δὲ παρακαλέσαι ἐνθυμηθῆναί τι νεανικὸν καὶ πρέπον τῷ σεαυτοῦ φρονήματι, καὶ εἰς γόνυ κλιθεῖσαν τὴν πατρίδα ἡμῶν μὴ περιιδεῖν, ἀλλὰ καταλαβόντα τὸ στρατόπεδον εἰπεῖν μετὰ παρρησίας τῆς σῆς μήτοι νομίζειν αὐτοὺς δύο κεκτῆσθαι ἀντὶ μιᾶς ἐπαρχίας. οὐ γὰρ ἐξ ἄλλης τινὸς οἰκουμένης ἐπεισήγαγον τὴν ἑτέραν,
74.p270
1
74.p270
ἀλλὰ παραπλήσιόν τι πεποιήκασιν, ὥσπερ ἂν εἴ τις ἵππον ἢ βοῦν κεκτημένος, εἶτα διχῆ διελὼν δύο νομίζοι ἔχειν ἑνὸς ἄντι·
74.p270
2
74.p270
οὔτε γὰρ δύο ἐποίησε, καὶ τὸν ἕνα διέφθειρεν· εἰπεῖν δὲ καὶ τοῖς παραδυναστεύουσι, μὴ τοῦτον αὔξειν τὸν τρόπον τὴν βασιλείαν, οὐ γὰρ ἐν ἀριθμῷ εἶναι τὴν δύναμιν, ἀλλʼ ἐν τοῖς πράγμασιν· ἐπεὶνῦν γε ἡγούμεθα τοὺς μὲν ἀγνοίᾳ τῆς ἀληθείας ἴσως, τοὺς δὲ τῷ μὴ βούλεσθαι
74.p270
λυπεῖν τοῖς ῥήμασι, τοὺς
74.p270
3
74.p270
δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾷν τὰ γινόμενα. εἰ μὲν οὖν ἦν
74.p270
4
74.p270
δυνατὸν αὐτὸν ἐλθεῖν πρὸς βασιλέα, τοῦτο κράτιστον μὲν τοῖς πράγμασι, πρέπον δέ σου τῇ καλῇ
74.p270
5
74.p270
τοῦ βίου προαιρέσει. εἰ δὲ βαρὺ ἄλλως καὶ διὰ τὴν ὥραν τοῦ ἔτους καὶ διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἔφης, σύντροφον ἔχουσαν ἐν ἑαυτῇ τὸν ὄκνον, ἀλλὰ τό γε
74.p270
6
74.p270
ἐπιστεῖλαι πόνος οὐδείς. ὥστε, τὴν ἀπὸ τῶν γραμμάτων βοήθειαν χαριζόμενος
74.p270
7
74.p270
τῇ πατρίδι, πρῶτον μὲν σαυτῷ συνειδήσεις μηδὲν τῶν εἰς δύναμιν ἡκόντων ἐλλελοιπότι, ἔπειτα μέντοι καὶ τοῖς κάμνουσιν, αὐτῷ τῷ φαίνεσθαι συναλγῶν, ἀρκοῦσαν δώσεις παραμυθίαν. ἀλλʼ εἴθε γὰρ ἦν
74.p270
8
74.p270
οἷόν τε, αὐτὸν ἐπιστάντα τοῖς πράγμασιν, ὄψει λαβεῖν αὐτὰ τὰ σκυθρωπά. οὕτω γὰρ ἂν ἴσως, ἀπʼ αὐτῆς τῆς ἐναργείας
74.p270
9
74.p270
τῶν ὁρωμένων συγκινηθείς, ἀφῆκάς τινα φωνὴν πρέπουσαν καὶ τῇ σῇ μεγαλονοίᾳ καὶ τῇ κατηφείᾳ τῆς πόλεως. σὺ δὲ ἀλλʼ ἡμῖν διηγουμένοις μὴ ἀπιστήσῃς. ἢ ὅτι Σιμωνίδου ὄντως ἤ τινος τοιούτου μελοποιοῦ ἐδεόμεθα, ἐναργῶς εἰδότος ἐπιστενάζειν τοῖς πάθεσι; καίτοι τί λέγω Σιμωνίδην; δέον Αἰσχύλον εἰπεῖν, ἢ εἰ δή τις ἕτερος, παραπλησίως ἐκείνῳ συμφορᾶς μέγεθος ἐναργῶς διαθέμενος, μεγαλοφώνως ὠδύρατο.
74.p271
74.p271
Σύλλογοι μὲν γὰρ ἐκεῖνοι, καὶ λόγοι, αἱ
74.p271
1
74.p271
κατʼ ἀγορὰν συντυχίαι τῶν ἐλλογίμων ἀνδρῶν, καὶ ὅσα πρότερον ἐποίει τὴν ἡμετέραν ὀνομαστὴν πόλιν
74.p271
2
74.p271
ἡμᾶς ἐπιλελοίπασιν· ὥστε τῶν περὶ παιδείαν καὶ λόγους ἧττον ἂν φανείη νῦν τις ἐμβαλὼν τῇ ἀγορᾷ ἢ Ἀθήνησι πρότερον οἱ ἀτιμίαν κατεγνωσμένοι, ἢ
74.p271
3
74.p271
τὰς χεῖρας ὄντες μὴ
74.p271
4
74.p271
καθαροί. ἀντεισῆκται δὲ τούτοις Σκυθῶν τινῶν ἢ Μασσαγετῶν ἀμουσία· μία δὲ φωνὴ ἀπαιτούντων καὶ ἀπαιτουμένων καὶ ξαινομένων ταῖς μάστιξι. στοαὶ δʼ ἑκατέρωθεν σκυθρωπὸν ἐπηχοῦσαι
74.p271
5
74.p271
οἷον οἰκείαν δοκοῦσιν ἀφιέναι φωνὴν τοῖς γινομένοις ἐπιστενάζουσαι. γυμνάσια δὲ κεκλεισμένα καὶ νύκτας
74.p271
6
74.p271
ἀλαμπεῖς οὐκ ἐᾷ ἡμᾶς οὐδὲν λογίζεσθαι ἡ περὶ τοῦ
74.p271
7
74.p271
ζῇν ἀγωνία. κίνδυνος γὰρ οὐχ ὁ τυχών, τῶν κρατούντων ὑφαιρεθέντων, ὥσπερ ἐρείσμασι
74.p271
8
74.p271
πεσοῦσι συγκατενεχθῆναι τὰ πάντα. καὶ τίς ἂν λόγος τῶν κακῶν τῶν ἡμετέρων ἐφίκοιτο; οἱ μὲν οἴχονται φεύγοντες, μέρος τῆς βουλῆς ἡμῶν, οὐ τὸ φαυλότατον, τὴν ἀειφυγίαν Ποδανδοῦ
74.p271
9
74.p271
προτιμήσαντες. ὅταν δὲ Ποδανδὸν εἴπω, τὸν Κεάδαν με οἴου λέγειν τὸν Λακωνικόν, ἢ εἴ που
74.p271
10
74.p271
τῆς οἰκουμένης εἶδες βάραθρον αὐτοφυές, ἃ δὴ καὶ Χαρώνειά τισι προσαγορεύειν αὐτομάτως ἐπῆλθεν, ἀέρα νοσοποιὸν
74.p271
11
74.p271
ἀναπνέοντα. τοιούτῳ τινὶ ἐοικὸς
74.p271
νόμισον καὶ τὸ Ποδανδοῦ κακόν· τριῶν τοίνυν μοιρῶν, οἱ μὲν φεύγουσιν αὐταῖς γυναιξὶ καὶ ἑστίαις ἀπαναστάντες· οἱ δὲ ἀπάγονται ὥσπερ αἰχμάλωτοι, οἱ πλεῖστοι τῶν ἐν τῇ πόλει ἄριστοι, ἐλεεινὸν φίλοις θέαμα, ἐχθροῖς δὲ εὐχὴν ἐκπληροῦντες, εἰ δή τις γέγονεν ὅλως τοσοῦτον ἡμῖν ἐπαρασάμενος. τριτάτη δέ που μοῖρα λέλειπται· οὗτοι δέ, τήν τε ἀπόλειψιν τῶν συνήθων
74.p271
12
74.p271
οὐ φέροντες, καὶ ἅμα τῆς χρείας ἀτονώτεροι
74.p271
13
74.p271
ἀπελεγχόμενοι, πρὸς αὐτὸ τὸ ζῇν ἀπειρήκασι.
74.p272
74.p272
Ταῦτά σε φανερὰ ποιῆσαι πᾶσι παρακαλοῦμεν τῇ σεαυτοῦ φωνῇ καὶ τῇ σεαυτοῦ παρρησίᾳ τῇ δικαίᾳ, ἣν ἔχεις ἀπὸ τοῦ βίου, ἐκεῖνο σαφῶς προειπόντα, ὅτι, ἐὰν μὴ ταχὺ μεταβουλεύσωνται, οὐδʼ ἕξουσιν εἰς οὓς τὴν φιλανθρωπίαν ἐνδείξονται.
74.p272
1
74.p272
ἢ γὰρ γενήσῃ τι ὄφελος τοῖς κοινοῖς, ἢ τό γε τοῦ Σόλωνος πεποιηκὼς ἔσῃ, ὃς τοῖς ἀπολειφθεῖσι τῶν πολιτῶν ἀμύνειν
74.p272
2
74.p272
οὐκ ἔχων, τῆς ἀκροπόλεως ἤδη κατεχομένης, τὰ ὅπλα ἐνδὺς πρὸ τῶν θυρῶν
74.p272
3
74.p272
ἐκαθέζετο, εὔδηλος ὢν τῷ σχήματι τοῖς γινομένοις οὐ συντιθέμενος. ἐκεῖνο δʼ ἀκριβῶς οἶδα, ὅτι, καὶ εἴ τίς σου νῦν τὴν γνώμην μὴ ἀποδέχοιτο, μικρὸν ὕστερόν σοι
74.p272
4
74.p272
εὐνοίας τε ὁμοῦ καὶ συνέσεως τὴν μεγίστην
74.p272
5
74.p272
δόξαν προσθήσει ὅταν ἴδῃ τὰ πράγματα κατὰ τὴν πρόρρησιν ἀπαντήσαντα.

Intertext edge

Open linked passage

Note