Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
75.p273
75.p273
Πολλῶν ὄντων ἃ τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν, οὐδὲν οὕτως ἴδιόν ἐστι σὸν ὡς ἡ περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου, ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν. αὕτη τοίνυν ἡ πατρίς, ἡ σὲ ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθε·
75.p273
1
75.p273
καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν
75.p273
2
75.p273
γνωρίσειεν· οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς
75.p273
3
75.p273
ἀφαιρεθέντων τῶν
75.p273
4
75.p273
πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. ὧν ἀκρωτηριασθέντες οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν μεταπεπτώκασι,
75.p273
5
75.p273
καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν
75.p273
6
75.p273
τῆς ἀθυμίας τὸν ὄγκον, ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν, καὶ γεγενῆσθαι
75.p273
7
75.p273
τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφεδρεύουσιν ἡμῶν τῷ πτώματι. τίνος οὖν ἐστὶ χεῖρα ἡμῖν ὀρέξαι ; ἢ τίνος συμπαθὲς
75.p273
8
75.p273
ἐφʼ ἡμῖν ἀφεῖναι δάκρυον, ἀλλʼ οὐχὶ τῆς σῆς ἡμερότητος,
75.p273
ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι γε τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι.
75.p273
9
75.p273
πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπʼ οὐδενὸς καιροῦ καταλέλοιπέ σε, καὶ πολλὰς ἔδωκέ σοι τῆς παρʼ ἑαυτοῦ
75.p273
10
75.p273
εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν, καὶ τῇ προσούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν.

Intertext edge

Open linked passage

Note