Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
76.p274
76.p274
Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν ἐμὲ ἠνάγκαζε,
76.p274
1
76.p274
καταλαβόντα τὸ στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν, καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. ἐπειδὴ δὲ ἥ τε τοῦ σώματος ἀρρωστία καὶ ἡ τῶν ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν μεγαλόνοιαν ἐπείχθην, γνωρίζων, ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα, εἰς ἀθρόον
76.p274
2
76.p274
ἀφανισμὸν ἐχώρησεν οὕτως, ὡς ἡ ἡμετέρα τῇ καινῇ ταύτῃ τῶν πραγμάτων
76.p274
οἰκονομίᾳ καταποθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ. καὶ μῦθος γέγονε τὰ ἡμέτερα. οἴχεται μὲν γὰρ τὸ πολίτευμα· πᾶν δὲ τὸ πολιτικὸν
76.p274
3
76.p274
σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸν
76.p274
4
76.p274
τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. ἐπιλέλοιπε δὲ λοιπὸν καὶ ἡ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται ἡ πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς, οἷς εὐθηνοῦνται πόλεις ἀνευδεῶς διάγουσαι.
76.p275
76.p275
Μίαν δὲ ἐνομίσαμεν ὡς ἐν δεινοῖς παραμυθίαν εἶναι, τὸ ἐπιστενάξαι τοῖς πάθεσιν ἡμῶν πρὸς τὴν σὴν ἡμερότητα, καὶ παρακαλέσαι, εἴ τις δύναμις, χεῖρα ὀρέξαι τῇ πόλει ἡμῶν εἰς γόνυ κλιθείσῃ. τὸν δὲ τρόπον δι’ οὗ ἂν γένοιο ἐν καιρῷ
76.p275
1
76.p275
τοῖς πράγμασιν, αὐτὸς μὲν εἰσηγεῖσθαι οὐκ ἔχω, σοι δὲ πάντως καὶ εὑρεῖν διὰ τὴν σύνεσιν ῥᾴδιον, καὶ χρήσασθαι
76.p275
2
76.p275
τοῖς εὑρεθεῖσι, διὰ τὴν παρὰ Θεοῦ σοι δεδομένην δύναμιν, οὐ χαλεπόν.

Intertext edge

Open linked passage

Note