Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
77.p276
77.p276
Ἕν καὶ τοῦτο τῆς ἀγαθῆς ἀρχῆς τοῦ μεγάλου ἀπηλαύσαμεν Θηρασίου, τῆς σῆς λογιότητος τὴν
77.p276
ἐπιδημίαν συνεχῶς ἡμῖν γινομένην. τὸ αὐτὸ δὲ τοῦτο ἐζημιώθημεν στερηθέντες τοῦ ἄρχοντος. ἀλλʼ ἐπειδὴ τὰ ἅπαξ ἡμῖν παρὰ τοῦ Θεοῦ χαρισθέντα μένει βέβαια καὶ ταῖς ψυχαῖς ἀλλήλων ἐνοικούμενα διὰ τῆς μνήμης, εἰ καὶ τοῖς σώμασι διωρίσμεθα, γράφωμεν γοῦν συνεχῶς καὶ φθεγγώμεθα
77.p276
1
77.p276
πρὸς ἀλλήλους τὰ ἀναγκαῖα, καὶ μάλιστα νῦν, ὅτε ὁ χειμὼν τὴν ὀλιγοχρόνιον ταύτην ἐκεχειρίαν ἐσπείσατο.
77.p277
77.p277
Ἐλπίζομεν δὲ μὴ ἀπολείψεσθαί σε τοῦ θαυμασιωτάτου ἀνδρὸς Θηρασίου, πρέπον εἶναι κρίναντα κοινωνεῖν τῷ ἀνδρὶ τοιούτων φροντίδων, ἤ γ’ οὐ μὲν οὖν
77.p277
1
77.p277
καὶ μάτην πρόφασιν ἀσμενίζοντα παρέχουσάν σοι
77.p277
2
77.p277
ἰδεῖν τε τοὺς φίλους, καὶ παρʼ αὐτῶν θεαθῆναι. πολλὰ δὲ ἔχων εἰπεῖν καὶ περὶ πολλῶν, εἰς τὴν συντυχίαν ὑπερεθέμην, οὐκ ἀσφαλὲς εἶναι ἡγούμενος ἐπιστολαῖς τὰ τοιαῦτα καταπιστεύειν.