Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
78.p278
78.p278
Οὐκ ἔλαθεν ἡμᾶς ἡ ἀγαθή σου σπουδὴ περὶ τὸν αἰδεσιμώτατον ἑταῖρον ἡμῶν Ἐλπίδιον, ὅπως τῇ συνήθει σεαυτοῦ συνέσει ἔδωκας καιρὸν φιλανθρωπίας τῷ ἄρχοντι. ταύτην οὖν τὴν χάριν νῦν σε τελειῶσαι παρακαλοῦμεν
78.p278
1
78.p278
διὰ τοῦ γράμματος,
78.p278
καὶ ὑπομνῆσαι τὸν ἄρχοντα οἰκείῳ προστάγματι ἐπὶ τῆς πατρίδος ἡμῶν καταστῆναι τὸν ἄνδρα πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον. ὥστε πολλὰς ἕξεις καὶ εὐπροσώπους ὑποβάλλειν προφάσεις τῷ ἄρχοντι, ἐξ ὧν ἀναγκαίως ἐπιμένειν αὐτὸν τῇ πατρίδι ἡμῶν προστάξει. οἷα δὲ τὰ ἐνταῦθα, καὶ ὅσου ἄξιος τοῖς πράγμασιν ὁ ἀνήρ, πάντως οὐδὲν δεήσῃ παρʼ ἡμῶν διδαχθῆναι, αὐτὸς τῇ ἑαυτοῦ συνέσει ἀκριβῶς ἐπιστάμενος.