Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
7.p28
7.p28
Οὐδὲ τότε
7.p28
1
7.p28
ἠγνόουν, ὅτε ἐπέστελλον τῇ λογιότητί σου, ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέγοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι ὁ λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμένοις. εἰ οὖν ἀσθενὴς ἡμῶν ἡ διάνοια, ἐλάττων δὲ ταύτης ἡ γλῶσσα, τί ἐχρῆν προσδοκᾷν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις, καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ἐπιζητούμενον.
7.p28
2
7.p28
κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως
7.p28
ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. ἐκεῖνα μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶ
7.p28
3
7.p28
ἀκριβεστέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει.
7.p29
7.p29
Τὸ δὲ νῦν ἔχον παρακαλοῦμέν σε, ὃ
7.p29
1
7.p29
καὶ παρεκαλέσαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας καὶ
7.p29
2
7.p29
ταῖς παρὰ τοῦ
7.p29
3
7.p29
Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρʼ ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον· οἳ πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας βλάπτομεν μᾶλλον τῇ παρʼ ἑαυτῶν ἀσθενείᾳ τὸν λόγον
7.p29
4
7.p29
ἤ τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀληθείᾳ προστίθεμεν.