Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
81.p281
81.p281
Ὅσον εὐθύμησα δεξάμενος γράμματα τῆς ἀγάπης σου, τοσοῦτον ἐλυπήθην, ὅτι βάρος ἐπέθηκας ἡμῖν φροντίδος τῆς ὑπερβαινούσης ἡμᾶς. πῶς γὰρ δυνηθῶμεν ἀπὸ τοσούτου διαστήματος τοσαύτης ἡμεῖς οἰκονομίας περιγενέσθαι; ἕως μὲν γὰρ ὑμᾶς ἔχει ἡ Ἐκκλησία, ὡς ἰδίοις στηρίγμασιν ἐπαναπαύεται, ἐὰν δέ τι περὶ τῆς ὑμετέρας ζωῆς ὁ Κύριος οἰκονομήσῃ, τίνας δύναμαι
81.p281
1
81.p281
ὁμοτίμους
81.p281
ἐντεῦθεν ὑμῖν εἰς τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν ἐκπέμπειν; ὅπερ σὺ ἐπεζήτησας διὰ τῶν γραμμάτων, καλῶς ποιῶν καὶ ἐμφρόνως, βουλόμενος ζῶν ἰδεῖν τὸν μετὰ σὲ μέλλοντα κυβερνᾷν τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Κυρίου· ὃ καὶ ὁ μακάριος Μωϋσῆς καὶ ἐπεθύμησε καὶ εἶδεν· ἐπεὶ οὖν καὶ ὁ τόπος μέγας καὶ περιβόητος, καὶ τὸ σὸν ἔργον παρὰ πολλοῖς ὀνομαστόν, καὶ οἱ καιροὶ χαλεποί, μεγάλου χρείαν ἔχοντες κυβερνήτου διὰ τὰς συνεχεῖς ζάλας καὶ τοὺς ἐπανισταμένους κλύδωνας τῇ Ἐκκλησίᾳ, οὐκ ἐνόμισα ἀσφαλὲς εἶναι τῇ ἐμῇ ψυχῇ ἀφωσιωμένως τῷ πράγματι χρήσασθαι, μάλιστα μεμνημένος ὧν ἔγραψας, ὅτι μέλλεις ἐπὶ τοῦ Κυρίου ἀντικαθίστασθαί μοι, δικαζόμενος πρός με ὑπὲρ τῆς ἀμελείας τῶν ἐκκλησιῶν.
81.p282
81.p282
Ἵνα οὖν μὴ εἰσέλθω εἰς κρίσιν μετὰ σοῦ, ἀλλὰ μᾶλλον κοινωνόν σε εὕρω
81.p282
1
81.p282
τῆς ἀπολογίας μου τῆς ἐπὶ τοῦ Χριστοῦ, περιβλεψάμενος ἐν τῷ συνεδρίῳ τοῦ πρεσβυτερίου τοῦ κατὰ τὴν πόλιν, ἐξελεξάμην τὸ τιμιώτατον
81.p282
2
81.p282
σκεῦος, τὸν ἔκγονον τοῦ μακαρίου Ἑρμογένους, τοῦ τὴν μεγάλην καὶ ἄρρηκτον
81.p282
3
81.p282
πίστιν γράψαντος ἐν τῇ μεγάλῃ συνόδῳ· πρεσβύτερον τῆς ἐκκλησίας ἐκ πολλῶν ἤδη ἐτῶν, εὐσταθῆ τὸν τρόπον, ἔμπειρον κανόνων, ἀκριβῆ τὴν πίστιν, ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει μέχρι νῦν διάγοντα· εἰ καὶ ὅτι τὸ εὔτονον αὐτοῦ
81.p282
τῆς σκληραγωγίας λοιπὸν κατεδαπάνησε
81.p282
4
81.p282
τὴν σάρκα· πτωχὸν καὶ μηδένα πορισμὸν
81.p282
5
81.p282
ἔχοντα ἐν τῷ κόσμῳ τούτῳ, ὡς μηδὲ ἄρτου αὐτὸν εὐπορεῖν, ἀλλὰ διὰ τῶν χειρῶν ἐκπλέκειν τὸν βίον μετὰ τῶν ἀδελφῶν τῶν συνόντων αὐτῷ. τοῦτον ἐμοὶ βουλητόν ἐστιν ἀποστεῖλαι.
81.p283
81.p283
Εἰ οὖν καὶ αὐτὸς τοιούτου χρῄζεις ἀνδρός, ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρου
81.p283
1
81.p283
τινὸς ἐπιτηδείου μόνον πρὸς τὸ πέμπεσθαι καὶ τὰς βιωτικὰς ἐξανύειν χρείας, ταχύ μοι διὰ πρώτης ἀφορμῆς ἐπιστεῖλαι καταξίωσον, ἵνα πέμψω σοι τοῦτον τὸν ἄνδρα, ἐκλεκτὸν ὄντα τοῦ
81.p283
2
81.p283
Θεοῦ, καὶ τῷ πράγματι
81.p283
3
81.p283
ἐπιτήδειον, αἰδέσιμον τοῖς ἐντυγχάνουσι, καὶ ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. ὃν ἠδυνάμην καὶ εὐθὺς ἐκπέμψαι· ἀλλʼ ἐπειδὴ αὐτὸς προλαβὼν ἐπεζήτησας ἄνθρωπον, τὰ μὲν ἄλλα καλὸν καὶ ἀγαπητὸν ἡμῖν, τοῦ δὲ προειρημένου ἀνδρὸς παραπολὺ ἀποδέοντα, ἠβουλήθην σοι φανερὰν γενέσθαι
81.p283
4
81.p283
τὴν ἐμαυτοῦ γνώμην ἵνʼ, εἰ χρῄζεις ἀνδρὸς τοιούτου,
81.p283
5
81.p283
ἢ ἐκπέμψῃς τινὰ τῶν ἀδελφῶν τὸν συμπαραληψόμενον αὐτὸν περὶ τὰς νηστείας, ἢ ἐπιστείλῃς ἡμῖν, ἐὰν μηδένα
81.p283
6
81.p283
ἔχῃς τὸν δυνάμενον τῆς μέχρις ἡμῶν ὁδοιπορίας τὸν κάματον ὑποστῆναι.

Intertext edge

Open linked passage

Note