Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
82.p284
82.p284
Ὅταν μὲν πρὸς τὰ πράγματα ἀποβλέψωμεν καὶ τὰς δυσκολίας κατίδωμεν, ὑφʼ ὧν πᾶσα ἀγαθὴ ἐνέργεια οἷον ὑπό τινος δεσμοῦ ἐμποδιζομένη κατέχεται, εἰς ἀπόγνωσιν ἑαυτῶν ἐρχόμεθα παντελῆ· ὅταν δὲ πάλιν πρὸς τὴν σὴν ἀπίδωμεν σεμνοπρέπειαν, καὶ λογισώμεθα, ὅτι σὲ ἰατρὸν τῶν ἐν ταῖς ἐκκλησίαις ἀρρωστημάτων ὁ Κύριος ἡμῶν ἐταμιεύσατο, ἀναλαμβάνομεν ἑαυτῶν τοὺς λογισμούς, καὶ ἐκ τοῦ κατὰ τὴν ἀπόγνωσιν πτώματος πρὸς τὴν ἐλπίδα
82.p284
1
82.p284
τῶν χρηστοτέρων διανιστάμεθα. λέλυται πᾶσα Ἐκκλησία, ὡς οὐδὲ ἡ σὴ φρόνησις ἀγνοεῖ. καὶ ὁρᾷς πάντως τὰ ἑκασταχοῦ, οἷον ἀφʼ ὑψηλῆς τινὸς σκοπιᾶς τῆς τοῦ νοῦ θεωρίας· ὅπως, καθάπερ ἐν πελάγει, πολλῶν ὁμοῦ συμπλεόντων, ὑπὸ τῆς βίας τοῦ κλύδωνος πάντες ὁμοῦ ἀλλήλοις προσρήγνυνται· καὶ γίνεται τὸ ναυάγιον, πῆ μὲν ἐκ τῆς ἔξωθεν αἰτίας βιαίως κινούσης τὴν θάλατταν, πῆ δὲ ἐκ τῆς τῶν ἐμπλεόντων
82.p284
2
82.p284
ταραχῆς ἀντιβαινόντων ἀλλήλοις καὶ διωθουμένων. ἀρκεῖ
82.p284
ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, οὔτε τῆς σῆς σοφίας ἐπιτρεπούσης τι πλέον, οὔτε τῆς καταστάσεως ἐπιτρεπούσης ἡμῖν τὴν παρρησίαν. καὶ πρὸς ταῦτα
82.p284
3
82.p284
τίς ἱκανὸς κυβερνήτης; τίς ἀξιόπιστος διαναστῆσαι τὸν Κύριον ἐπιτιμῆσαι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ; τίς ἕτερος ἢ ὁ ἐκ παιδὸς τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐναθλήσας ἀγῶσιν;
82.p285
82.p285
Ἐπεὶ οὖν ὥρμηται νῦν γνησίως πᾶν τὸ περὶ ἡμᾶς ὑγιαῖνον κατὰ τὴν πίστιν εἰς τὴν πρὸς τοὺς ὁμοδόξους κοινωνίαν καὶ ἕνωσιν, θαρρούντως
82.p285
1
82.p285
ἤλθομεν εἰς τὴν παράκλησίν σου τῆς ἀνεξικακίας, ἐπιστεῖλαι πᾶσιν ἡμῖν ἐπιστολὴν μίαν, παραίνεσιν ἔχουσαν τῶν πρακτέων. οὕτω γὰρ βούλονται παρὰ σοῦ τὴν ἀρχὴν ὑπάρξαι αὐτοῖς τῶν κοινωνικῶν διαλέξεων. ἐπειδὴ δὲ ἴσως ὕποπτοι καταφαίνονταί
82.p285
2
82.p285
σοι τῇ μνήμῃ τῶν παρελθόντων, ἐκεῖνο ποίησον, θεοφιλέστατε πάτερ· ἐμοὶ τὰς πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς διάπεμψαι ἢ διά τινος τῶν αὐτόθεν
82.p285
3
82.p285
πιστῶν, ἢ καὶ διὰ τοῦ ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἡμῶν, ἃς ὑποδεξάμενος οὐ ρότερον δώσω, μὴ
82.p285
4
82.p285
λαβὼν τὰς παρʼ αὐτῶν αποκρίοεις· ἐὰν δὲ μή, Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. πάντως δὲ οὐ
82.p285
5
82.p285
πλείονος ἄξιον φόβου τοῦτο τῷ
82.p285
ἐξ ἀρχῆς εἰπόντι πρὸς τὸν πατέρα ἢ ἐμοὶ νῦν πρὸς σὲ τὸν πνευματικὸν πατέρα λέγοντι. εἰ δὲ τοῦτο παντὶ τρόπῳ ἀπηγόρευται παρὰ σοί, ἀλλʼ ἡμᾶς γε τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες, ἀδόλως καὶ ἀκατασκεύως, ἐπιθυμίᾳ τῆς εἰρήνης καὶ τῆς πρὸς ἀλλήλους ἡμῶν συναφείας τῶν ὁμονοούντων εἰς τὰ πρὸς τὸν
82.p285
6
82.p285
Κύριον, ἐπὶ τὴν πρεσβείαν ταύτην καὶ μεσιτείαν
82.p285
7
82.p285
ἀφικομένους.