Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
84.p288
84.p288
Σχεδὸν μὲν ἄπιστόν ἐστιν ὃ μέλλω γράφειν, γεγράψεται δὲ τῆς ἀληθείας ἕνεκεν. ὅτι, πᾶσαν
84.p288
ἔχων ἐπιθυμίαν ὡς οἷόν τε ἦν πυκνότατα διαλέγεσθαί σου τῇ καλοκἀγαθίᾳ, ἐπειδὴ εὗρον ταύτην
84.p288
1
84.p288
γραμμάτων τὴν
84.p288
2
84.p288
ἀφορμήν, οὐκ ἐπέδραμον τῷ ἑρμαίῳ, ἀλλʼ ἀπώκνησα καὶ ἀνεδύην. τὸ οὖν παράδοξον ἐν τούτῳ, ὅτι ἅπερ ηὐχόμην ὑπάρξαι,
84.p288
3
84.p288
ταῦτα γενόμενα οὐκ ἐδεχόμην. αἴτιον δέ, ὅτι αἰσχύνομαι δοκεῖν, μὴ φιλίας γε ἕνεκεν καθαρῶς, ἀλλὰ χρείαν τινὰ θεραπεύων ἑκάστοτε, γράφειν. ἀλλά με ἐκεῖνο εἰσῆλθεν (ὃ καὶ σὲ βούλομαι διανοηθέντα, μήτοι νομίζειν ἡμᾶς ἐμπορικῶς μᾶλλον ἢ φιλικῶς ποιεῖσθαι τὰς διαλέξεις), ὅτι χρή τι διάφορον ἔχειν τὰς τῶν ἀρχόντων προσρήσεις παρὰ τοὺς ἰδιώτας. οὐ γὰρ ὁμοίως ἐντευκτέον ἡμῖν ἰατρῷ τε ἀνδρὶ καὶ τῷ τυχόντι, οὔτε ἄρχοντι δηλονότι καὶ ἰδιώτῃ· ἀλλὰ πειρατέον τοῦ μὲν ἐκ τῆς τέχνης, τοῦ δὲ ἀπὸ τῆς ἐξουσίας ἀπολαύειν εἰς τὰ ἡμέτερα. ὥσπερ οὖν τοῖς ἐν ἡλίῳ βαδίζουσιν ἕπεται πάντως ἡ σκιά, κἂν αὐτοὶ μὴ προέλωνται, οὕτω καὶ ταῖς πρὸς τοὺς ἄρχοντας ὁμιλίαις ἀκολουθεῖ τι καὶ παρεμπόρευμα, ἡ τῶν καμνόντων βοήθεια.
84.p289
84.p289
Τὴν μὲν οὖν πρώτην αἰτίαν τῆς ἐπιστολῆς πληρούτω αὐτὸ τὸ προσειπεῖν σου τὴν μεγαλόνοιαν. ὅ, κἂν μηδεμία πρόφασις τῷ
84.p289
1
84.p289
γράφειν προσῇ, ἀγαθὸν κεφάλαιον αὐτὸ χρὴ νομίζεσθαι. προσείρησο
84.p289
2
84.p289
τοίνυν ἡμῖν, ὦ ἄριστε, καὶ φυλάττοιο
84.p289
τῷ βίῳ παντί, ἀρχὰς ἐξ ἀρχῶν ἀμειβων καὶ ἄλλοτε ἄλλους ταῖς ἐπιστασίαις εὐεργετῶν. τοῦτο γὰρ ἐμοί τε ποιεῖν σύνηθες, καὶ σοὶ ὀφειλόμενον παρὰ τῶν καὶ κατὰ μικρὸν πεπειραμένων τῆς περὶ τὸ ἄρχειν σου ἀρετῆς.
84.p290
84.p290
Μετὰ δὲ τὴν εὐχήν, δέξαι καὶ τὴν ὑπὲρ τοῦ ἀθλίου γέροντος ἱκεσίαν, ὃν ἀφῆκε μὲν τῶν δημοσίων γράμμα βασιλικόν· μᾶλλον δὲ καὶ πρὸ τοῦ βασιλέως αὐτὸ τὸ γῆρας ἔδωκεν αὐτῷ τὴν ἀναγκαίαν ἀτέλειαν. ἐβεβαίωσας δὲ καὶ αὐτὸς τὴν ἄνωθεν χάριν αἰδοῖ τῆς φύσεως, καὶ προμηθείᾳ τῶν δημοσίων, ἐμοὶ δοκεῖν, ὡς ἂν μὴ ἀνθρώπῳ παρανοοῦντι
84.p290
1
84.p290
διὰ τὸν χρόνον κινδυνεύοι
84.p290
2
84.p290
τι τῶν κοινῶν.
84.p291
84.p291
Δι’ ἑτέρας δὲ ὁδοῦ πάλιν πῶς αὐτὸν ἔλαθες, ὦ θαυμάσιε, παραγαγὼν εἰς τὸ μέσον; τὸν γὰρ ὑϊδοῦν
84.p291
1
84.p291
αὐτοῦ, οὔπω τέταρτον ἔτος ἀπὸ γενέσεως ἄγοντα, κελεύσας τοῦ βουλευτηρίου μετέχειν, τί ἄλλο καὶ οὐχὶ τὸν πρεσβύτην διὰ τοῦ ἐκγόνου πάλιν ἐξ ἀρχῆς παράγεις εἰς τὰ δημόσια; ἀλλὰ νῦν ἱκετεύομεν ἀμφοτέρων σε λαβεῖν τῶν ἡλικιῶν οἶκτον, καὶ ἀμφοτέρους ἀνεῖναι διὰ τὰ προσόντα ἑκατέρῳ ἐλεεινά. ὁ μὲν γὰρ οὐκ εἶδε
84.p291
2
84.p291
γονέας, οὐδʼ ἐγνώρισε, ἀλλὰ δι’ ἀλλοτρίων χειρῶν εἰς τὸν βίον τοῦτον εἰσῆλθεν, εὐθὺς
84.p291
3
84.p291
ἐκ σπαργάνων
84.p291
4
84.p291
ἀμφοτέρων ὀρφανισθείς· ὁ δὲ τοσοῦτον ἐταμιεύθη τῷ βίῳ, ὡς μηδὲν αὐτὸν εἶδος συμφορᾶς παρελθεῖν· ἐπεῖδε μὲν γὰρ υἱοῦ τελευτὴν ἄωρον· εἶδε δὲ οἶκον ἔρημον διαδόχων· ὄψεται δὲ νῦν, ἐὰν μή τι
84.p291
αὐτὸς ἄξιον τῆς σεαυτοῦ φιλανθρωπίας διανοηθῇς, τὴν παραμυθίαν τῆς ἀπαιδίας, ταύτην ἀφορμὴν αὐτῷ μυρίων γενησομένην κακῶν. οὐ γὰρ δήπου τὸ παιδίον εἰς βουλευτὰς συντελέσει, ἢ ἐκλέξει τὰς εἰσφοράς, ἢ στρατιώταις χορηγήσει τὸ σιτηρέσιον, ἀλλʼ ἀνάγκη πάλιν τοῦ ἀθλίου γέροντος τὴν πολιὰν καταισχύνεσθαι. δὸς οὖν χάριν καὶ τοῖς νόμοις ἀκόλουθον καὶ τῇ φύσει συμβαίνουσαν, τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν τὸν θάνατον. πραγμάτων δὲ συνέχειαν καὶ τὸ τῆς ἀνάγκης ἀπαραίτητον ἄλλοι προβαλλέσθωσαν. οὐ γὰρ δὴ τοῦ σοῦ τρόπου ἢ κακῶς πράττοντας περιιδεῖν, ἢ νόμων ὀλιγωρῆσαι, ἢ φίλοις μὴ εἶξαι καθικετεύουσι, κἂν τὰ ἐξ ἀνθρώπων σε περιεστήκει
84.p291
5
84.p291
πράγματα.

Intertext edge

Open linked passage

Note