Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
85.p292
85.p292
Οὐ παυόμεθα κατὰ πᾶσαν σύνοδον διαμαρτυρόμενοι καὶ ἰδίᾳ ἐν ταῖς συντυχίαις περὶ τῶν αὐτῶν διαλεγόμενοι, ὥστε τοὺς ὅρκους ἐπὶ τοῖς δημοσίοις τελέσμασι μὴ ἐπάγεσθαι παρὰ τῶν ἀπαιτητῶν τοῖς ἀγροίκοις. λειπόμενον ἦν
85.p292
1
85.p292
καὶ
85.p292
διὰ τοῦ γραμματος περὶ τῶν αὐτῶν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων διαμαρτύρασθαι, ὅτι προσήκει παύσασθαι ὑμᾶς
85.p292
2
85.p292
τὸν θάνατον ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐπάγοντας, καὶ ἄλλους ἐπινοῆσαί τινας τρόπους τῶν ἀπαιτήσεων, τὰς δὲ ψυχὰς συγχωρῆσαι τοῖς ἀνθρώποις ἀτρώτους ἔχειν. ταῦτα πρὸς σὲ γράφομεν, οὐχ ὡς σοῦ δεομένου τῆς ἐκ τῶν λόγων παρακλήσεως (οἴκοθεν γὰρ ἔχεις τὰς περὶ τὸ φοβεῖσθαι τὸν Κύριον
85.p292
3
85.p292
ἀφορμάς), ἀλλʼ ἵνα διὰ σοῦ πάντες οἱ ἀνεχόμενοί σου διδαχθῶσι μὴ παροργίζειν τὸν ἅγιον, μηδὲ ἀπηγορευμένον πρᾶγμα τῇ πονηρᾷ συνηθείᾳ εἰς ἀδιαφορίαν κατάγειν. καὶ γὰρ οὔτε ὄφελός τι αὐτοῖς πρὸς τὰς ἀπαιτήσεις ἐκ τῶν ὅρκων ἐστί, καὶ ὁμολογούμενον κακὸν τῇ ψυχῇ προσλαμβάνουσιν. ἐπειδὰν γὰρ καταμελετήσωσι
85.p292
4
85.p292
τὰς
85.p292
5
85.p292
ἐπιορκίας οἱ ἄνθρωποι, οὐκέτι ἑαυτοὺς
85.p292
6
85.p292
ἐπείγουσι πρὸς τὴν ἔκτισιν, ἀλλὰ ἀπάτης ὅπλον καὶ ἀναβολῆς ἀφορμὴν ἐξευρῆσθαι αὐτοῖς τὸν ὅρκον οἴονται.
85.p293
85.p293
Εἴτε οὖν ὀξεῖαν ἐπάγει τὴν ἀνταπόδοσιν τοῖς ἐπιωρκηκόσιν ὁ Κύριος, οὐχ ἕξουσι τοὺς ὑπακούοντας, τῶν ὑπευθύνων ὑπὸ τῆς τιμωρίας ἀναλωθέντων· εἴτε διὰ μακροθυμίας ἀνέχεται ὁ Δεσπότης (ὃ προλαβὼν εἶπον, ὅτι οἱ πεπειραμένοι τῆς ἀνοχῆς τοῦ Κυρίου καταφρονοῦσιν αὐτοῦ τῆς χρηστότητος), μὴ ἀνομείτωσαν διακενῆς, μηδὲ παροξυνέτωσαν ἐφʼ ἑαυτοὺς τὸν Θεόν.
85.p294
85.p294
Εἴρηται ἡμῖν τὰ ἡμῖν ἐπιβάλλοντα· ὄψονται οἱ ἀπειθοῦντες.