Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
87.p297
87.p297
Ἐθαύμασα πῶς, σοῦ μεσιτεύοντος, τοσοῦτον ἐτολμήθη κακὸν κατὰ τοῦ συμπρεσβυτέρου
87.p297
1
87.p297
ὥστε ἣν μόνην εἶχεν ἀφορμὴν τοῦ βίου, ταύτην διαρπασθῆναι, καὶ τὸ δεινότατον, ὅτι οἱ τοῦτο τετολμηκότες ἐπὶ σὲ
87.p297
2
87.p297
τὴν αἰτίαν ὧν πεποιήκασιν ἀναφέρουσιν·
87.p297
3
87.p297
ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκόλουθον ἦν, μάλιστα μὲν κατὰ πάντων, εἰ δʼ ἄρα, κατὰ γοῦν τῶν πρεσβυτέρων, καὶ τούτων ὅσοι ἡμῖν ὁμόψυχοι, καὶ τὴν αὐτὴν τῆς εὐσεβείας ὁδὸν πορευόμενοι. εἴ τι οὖν φροντίζεις τοῦ ἀναπαῦσαι ἡμᾶς, ταχέως διορθωθῆναι τὰ γενόμενα ποίησον. δύνασαι γὰρ σὺν Θεῷ καὶ ταῦτα καὶ ἔτι μείζω τούτων κατορθοῦν, οἷς ἂν ἐθέλῃς. ἐπέστειλα δὲ καὶ τῷ ἄρχοντι τῆς πατρίδος, ἵνα, ἐὰν ἀφʼ
87.p297
4
87.p297
ἑαυτῶν μὴ θελήσωσι ποιῆσαι τὰ δίκαια, ἐκ
87.p297
5
87.p297
τῆς κινήσεως τῶν δικαστηρίων ἀναγκασθῶσι ποιῆσαι.