Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
8.p30
8.p30
καὶ περὶ πίστεως
8.p30
1
8.p30
Πολλάκις ἐθαύμασα τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον ἡττᾶσθε
8.p30
2
8.p30
τῆς
8.p30
ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκ
8.p30
3
8.p30
ἀρνηθείην· τὴν δὲ αἰτίαν μάθοιτʼ ἂν ἤδη ποθοῦντες.
8.p31
8.p31
Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλʼ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφʼ ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει μου
8.p31
1
8.p31
τῶν θείων δογμάτων καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; τίς δʼ ἄν μοι γένηται
8.p31
2
8.p31
Λάβαν, ἀπαλλάττων με τοῦ Ἡσαῦ καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; ἀλλʼ ἐπειδή, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον, ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον. αἰτούμεθα, οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι· οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην
8.p31
τοῖς ἀνθρώποις προσμηχανώμενος· ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνοντες. ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. καὶ τὰ μὲν καθʼ ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον.
8.p32
8.p32
Ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελές, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχάς, ἀλλʼ ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματἴζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἀντικρύς ἐστι Φυλιστεύς
8.p32
1
8.p32
; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τό Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν, δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ θεῖοι λόγοι καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν.
8.p33
8.p33
Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως οὐδʼ ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. οὐκ ἄρα εἷς ἀριθμῷ ἐστὶν ὁ Θεός. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλʼ
8.p33
1
8.p33
οὐχ ἕνα τῇ φύσει, ἀλλʼ οὐδʼ ἁπλοῦν τινὰ τοῦτον· τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται· ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν.
8.p33
2
8.p33
ἀλλʼ οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθʼ
8.p33
3
8.p33
ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν. εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὔκ ἐστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὔκ ἐστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν, πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν, ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική. ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν
8.p33
τὸν Υἱὸν τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων. περιγραπτὴν δὲ λέγω, οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλʼ ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἣν
8.p33
4
8.p33
καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστι. πᾶν οὖν ἅγιον, ὃ περιγραπτὴν ἔχει τὴν φύσιν καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον πηγή ἐστιν ἁγιασμοῦ, ὑφʼ ἧς πᾶσα ἡ λογικὴ κτίσις κατʼ ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται.
8.p34
8.p34
Καίτοι ἡμεῖς κατὰ τὸν ἀληθῆ λόγον οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. ταὐτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος· ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. ὁ γὰρ κατʼ οὐσίαν Θεὸς τῷ κατʼ οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν.
8.p35
8.p35
Ἐπεὶ
8.p35
1
8.p35
δὲ λέγεται θεὸς καὶ ὁ ἄνθρωπος, ὡς τὸ Εγὼ εἶπα, θεοί ἐστε, καὶ ὁ δαίμων θεός, ὡς τὸ
8.p35
Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ἀλλʼ οἱ μὲν κατὰ χάριν ὀνομάζονται, οἱ δὲ κατὰ ψεῦδος. ὁ δὲ Θεὸς μόνος κατʼ οὐσίαν ἐστὶ Θεός. μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ, τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου· ἐπί τινος μέν, οἷον, φέρε εἰπεῖν, ἐπὶ Παύλου, ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἤκουσεν ἄῤῥητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγῃ Δαβίδ, Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. ἐνταῦθα γὰρ οὐ τόν τινα ἄνθρωπον, ἀλλὰ τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός. οὕτω κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα· τὸ Ὁ μόνος ἔχων ἀθανασίαν, καί, Μόνῳ σοφῷ Θεῷ, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός (τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταὐτὸν δηλοῖ), καὶ τὸ Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ πάλιν, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τὸ Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεούς, ὀνομαζομένους
8.p35
δὲ ψευδῶς· ὡς τὸ Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος, καὶ τὸ Περιεῖλον υἱοὶ Ἰσραὴλ τὰ Βααλεὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευον Κυρίῳ μόνῳ, καὶ πάλιν ὁ Παῦλος, Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλʼ ἡμῖν εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα.
8.p36
8.p36
Ἀλλὰ ζητοῦμεν ἐνταῦθα πῶς Εἷς Θεὸς εἰρηκὼς οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ ὅτι μόνος καὶ τὸ εἷς, ἐπὶ Θεοῦ, τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε καὶ τοῦ
8.p36
1
8.p36
Χριστοῦ ἐμνημόνευσεν. ὑπονοῶ τοίνυν ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ, καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου τὸν Λόγον τὸν δι’ οὗ τὰ πάντα σημάνῃ· καὶ πάλιν, διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαραλήψεως, τὴν ἐνανθρώπησιν παραγγείλῃ
8.p36
2
8.p36
καὶ τὸ πάθος παραστήσῃ καὶ τὴν ἀνάστασιν φανερώσῃ. τὸ γὰρ Ἰησοῦς Χριστὸς τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει. διὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται ὁ Κύριος, Ἰησοῦς Χριστὸς καταγγέλλεσθαι, καὶ διαστέλλεται τοῖς
8.p36
μαθηταῖς, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν. τοιοῦτόν ἐστι καὶ τὸ Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, καὶ τὸ Πιστεύετε εἰς
8.p36
3
8.p36
Θεὸν καὶ εἰς ἐμὲ πιστεύετε· πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ ἁγίου, ἵνα μὴ θατέρῳ προσβαίνοντες θατέρου ἐκπίπτωμεν, καὶ τῇ θεολογίᾳ προσέχοντες τῆς οἰκονομίας καταφρονῶμεν, καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἡ ἀσέβεια.
8.p37
8.p37
Τὰ δὲ ῥήματα τῆς θείας Γραφῆς, ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνείδησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ Μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσωμεν, κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτῶν τὴν διάνοιαν. καὶ πρῶτον ἡμῖν προτιθέσθω
8.p37
1
8.p37
τὸ Ἐγὼ ζῶ διὰ τὸν Πατέρα· τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶς αὐτῷ κεχρημένων. ἐνταῦθα δὲ τὸ ῥητὸν οὐ τὴν προαιώνιον, ὡς οἶμαι, ζωὴν ὀνομάζει
8.p37
(πᾶν γὰρ τὸ δι’ ἕτερον ζῶν αὐτοζωὴ
8.p37
2
8.p37
εἶναι οὐ δύναται, ὡς οὐδὲ τὸ ὑφʼ ἑτέρου θερμανθὲν αὐτοθερμότης εἶναι, ὁ δὲ Χριστὸς
8.p37
3
8.p37
καὶ Θεὸς
8.p37
4
8.p37
ἡμῶν εἴρηκεν, Ἐγώ εἰμι ἡ ζωή), ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην, ἣν ἔζησε διὰ τὸν Πατέρα. βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων· καὶ οὐκ εἶπεν, Ἐγὼ ἔζησα διὰ τὸν Πατέρα, ἀλλʼ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, σαφῶς τὸν παρόντα προσημαίνων
8.p37
5
8.p37
χρόνον. δύναται δὲ καὶ ζωὴν λέγειν ἣν δῇ ὁ Χριστός, τὸν λόγον τοῦ Θεοῦ ἔχων ἐν ἑαυτῷ. καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον, ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα. Καὶ ὁ τρώγων με, φησί, ζήσεται δι’ ἐμέ· τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα καὶ πίνομεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι, διὰ τῆς ἐνανθρωπήσεως καὶ τῆς αἰσθητῆς ζωῆς, τοῦ Λόγου καὶ τῆς σοφίας. σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὠνόμασε, καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε, δι’ ἧς τρέφεται
8.p37
6
8.p37
ψυχὴ καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευάζεται. καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον.
8.p38
8.p38
Καὶ πάλιν, Ὁ Πατήρ μου μείζων μου ἐστί· κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ γεννήματα. ἐγὼ δὲ καὶ
8.p38
ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα. τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας. ἄγγελον γὰρ ἀγγέλου λέγομεν μείζονα, καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον, καὶ πτηνὸν πτηνοῦ ταχύτερον. εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται, μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ Πατὴρ τοῦ Υἱοῦ, ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. τί γὰρ θαυμαστὸν εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε, Λόγος ὢν καὶ σὰρξ γεγονώς, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; Ἠλάττωσας γὰρ αὐτόν, φησί, βραχύ τι παρʼ ἀγγέλους· καὶ πάλιν, Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον, καὶ τὸ Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς
8.p38
1
8.p38
ἀνθρώπους. τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται καὶ τὸ σωθὲν καταμίξῃ καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ διὰ τοῦτο περιπεσόντα λῃσταῖς, εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα.
8.p39
8.p39
Ἢ καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσει
8.p39
1
8.p39
αἱρετικός, δι’ ἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ Λόγου; καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρησεν ὁ
8.p39
τοῦ
8.p39
2
8.p39
τέκτονος υἱός; διὰ τοῦτο Πατρὸς ἐλάττων ὁ Υἱός, ὅτι διὰ σὲ γέγονε νεκρός, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ καὶ ζωῆς μέτοχον ἐπουρανίου ποιήσῃ; ὥσπερ ἄν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο, ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύῃ, ἵνα τοὺς πεπονθότας ἰάσηται.
8.p40
8.p40
Διὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως σοφίαν, Πάντα γὰρ δι’ αὐτῆς ἐγένετο, οὐδεὶς δὲ
8.p40
1
8.p40
ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ. ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας, μηδʼ οὖ πάλιν οἱ πολεμοῦντες μακρὰν τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος. καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν· ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὡς τελείοις κατʼ ἰδίαν διαλεγόμενος, καθʼ ὑπεξαίρεσιν
8.p40
ἑαυτοῦ φησίν, Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
8.p41
8.p41
Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον. ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴ πως δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην, τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτόν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν οὓς ἑστιᾶσαι σπουδάζομεν.
8.p42
8.p42
Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου, τὸ τέλος ἐπιζητοῦσι καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν ὁ Κύριος ἡμῶν ἀπεφήνατο· ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοίων τοῦ Θεοῦ, ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ προσένειμε τῷ Πατρί. ὑπονοῶ τοίνυν ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὔκ ἐστι. δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ Θεός, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρχων, ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός. εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν (οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτόν), οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. ἀλλʼ οὐδὲ οἱ ἄγγελοι, φησίν, ἴσασι· τουτέστιν, οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσὶ τὸ ἔσχατον ὀρεκτόν. παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον.
8.p43
8.p43
Μόνος δὲ ὁ Πατήρ, φησίν, ἐπίσταται, ἐπεὶ
8.p43
1
8.p43
καὶ αὐτός ἐστι τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης. ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις μηδὲ διὰ τῶν ἀλλοτρίων ἐπιγινώσκωμεν, ἀλλʼ αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλθωμεν, τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. Χριστοῦ γὰρ βασιλείαν
8.p43
2
8.p43
φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον, καὶ ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν. ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετάβασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπών, μεθʼ ἣν οὐκ ἔστιν ἑτέρα. τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσταται καὶ πρὸς ὕψος μακάριον
8.p43
διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου.
8.p44
8.p44
Ἀλλʼ ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος, τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵνʼ οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι. κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ Ὁ Πατήρ μου μείζων μού ἐστι, καὶ τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί, ἀπαρχὴν ὄντα καὶ οὐ τέλος κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς, καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται. ὅτι δὲ ταῦθʼ οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πότε ἀποκαθιστάνεὶς τὴν βασιλείαν τῷ Ἰσραήλ; φησίν, Οὐχ ἡμῶν
8.p44
1
8.p44
ἐστὶ
8.p44
γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, τουτέστιν, οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασιλείας ἡ γνῶσις.
8.p45
8.p45
Ταύτην γὰρ τὴν θεωρίαν ὁ Πατὴρ ἐναπέθετο τῇ ἰδίᾳ ἐξουσίᾳ· ἐξουσίαν λέγων τοὺς ἐξουσιαζομένους, ἰδίαν
8.p45
1
8.p45
δέ, οὓς
8.p45
2
8.p45
μὴ κατέχει
8.p45
3
8.p45
ἄγνοια τῶν κατωτέρω πραγμάτων. χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς, ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. δεῖ γὰρ τὴν προσευχὴν ἐκείνην ἐπὶ πέρας ἀχθῆναι τοῦ Δεσπότου ἡμῶν· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος, Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, Πάτερ. εἷς γὰρ ὢν ὁ Θεός, ἐν ἑκάστῳ γινόμενος, ἑνοῖ τοὺς πάντας· καὶ ἀπόλλυται ὁ ἀριθμὸς τῇ τῆς μονάδος ἐπιδημίᾳ.
8.p46
8.p46
Κἀγὼ μὲν οὕτως ἐπέβαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν ἐπιχείρησιν. εἰ δέ τις βέλτιον λέγοι ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. οὐδεὶς γὰρ παρʼ ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονεικίας ἕνεκεν ἢ κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλʼ ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη, τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ, ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων, τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας.
8.p47
8.p47
Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κέκτισται,
8.p47
1
8.p47
Κύριος γάρ, φησίν, ἔκτισέ με. καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατʼ οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. τὸ γὰρ γεγονέναι καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ. ὡς γὰρ ὁδὸς γέγονε, καὶ θύρα, καὶ ποιμήν, καὶ ἄγγελος, καὶ πρόβατον, καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος, ἄλλων κατʼ ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων.
8.p48
8.p48
Τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ καὶ τοῦ δι’ ἡμᾶς ἁμαρτίαν
8.p48
1
8.p48
γεγενημένου; γέγραπται γάρ, Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον;
8.p48
2
8.p48
τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται, καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετήν, ἀνυπότακτον ἑαυτὸν ὀνομάζει. οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν
8.p48
διωκόμενον, Σαῦλε γάρ, φησί, Σαῦλε, τί με διώκεις; ἡνίκα ἐπὶ Δαμασκὸν ἔτρεχε, τοὺς μαθητὰς τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος. καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει, ἑνός τινος τῶν ἀδελφῶν γυμνητεύοντος, Γυμνὸς γάρ, φησίν, ἤμην, καὶ περιεβάλετέ με. καί, ἄλλου ἐν φυλακῇ ὄντος, ἑαυτὸν ἔφη εἶναι τὸν καθειργμένον. αὐτὸς γὰρ τὰς ἀσθενίας
8.p48
3
8.p48
ἡμῶν ἦρε καὶ τὰς νόσους ἐβάστασε. μία δὲ τῶν ἀσθενειῶν ἐστὶ καὶ ἡ ἀνυποταξία, καὶ ταύτην ἐβάστασε. διὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περιστατικὰ ἰδιοποιεῖται ὁ Κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος.
8.p49
8.p49
Ἀλλὰ καὶ τὸ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδέν, λαμβάνουσιν οἱ θεομάχοι ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγγέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν Υἱὸν τῷ Πατρί. εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, αὐτεξούσιον
8.p49
1
8.p49
ἔχον τὴν ἐπὶ τὸ χεῖρόν τε καὶ κρεῖττον ῥοπήν, ὁ δὲ Υἱὸς οὐ δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, οὐ κτίσμα ὁ Υἱός. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ Πατρί. καὶ πάλιν, οὐδὲν τῶν κτισμάτων τὰ ὅσα βούλεται δύναται. Ὁ δὲ Υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πάντα ὅσα ἠθέλησεν ἐποίησεν. οὐκ ἄρα κτίσμα ὁ Υἱός. καὶ
8.p49
πάλιν, πάντα τὰ κτίσματα ἢ ἐκ τῶν ἐναντίων συνέστηκεν ἢ τῶν ἐναντίων ἐστὶ δεκτικά. ὁ δὲ Υἱὸς αὐτοδικαιοσύνη καὶ ἄϋλός ἐστιν. οὐκ ἄρα κτίσμα ὁ Υἱός. εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ Πατρί.
8.p50
8.p50
Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις κατὰ τὴν δύναμιν τὴν ἡμετέραν τῶν τεθέντων ῥητῶν. ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ ἁγίῳ τῷ λόγῳ χωρήσωμεν, καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. κτίσμα λέγεις τὸ Πνεῦμα τὸ ἅγιον. πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος· Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά. εἰ δὲ δοῦλόν ἐστι,
8.p50
1
8.p50
καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα· πᾶν δὲ ὃ ἐπίκτητον ἔχει τὴν ἁγιότητα οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατʼ οὐσίαν ὂν ἅγιον, πηγὴ ἁγιασμοῦ προσηγόρευται.
8.p50
2
8.p50
οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ. πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθεροῦντά σε τῆς δουλείας; Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με
8.p50
3
8.p50
ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας. ἀλλʼ οὐδὲ τρεπτὴν αὐτοῦ ποτὲ τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως, ἥτις ὡς ἀστραπὴ πέπτωκεν ἀπὸ τοῦ
8.p50
οὐρανοῦ, καὶ ἐξέπεσε τῆς ὄντως ζωῆς διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίωσιν. τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος καὶ τὸ ἀγγελικὸν ἀποῤῥίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος, ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης.
8.p51
8.p51
Ἔπειτα εἰ κτίσμα λέγει
8.p51
1
8.p51
τὸ Πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. πῶς οὖν σταθήσεται τὸ Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἀλλʼ οὐδʼ ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ. ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. πᾶν δὲ ὃ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν. εἰ δὲ μὴ ἁπλοῦν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον σύνθετον. καὶ τίς οὕτως ἀνόητος ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ;
8.p52
8.p52
Εἰ δὲ δεῖ προβῆναι
8.p52
1
8.p52
τῷ λόγῳ καὶ ἐποπτεῦσαι τὰ μείζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσωμεν. τρεῖς κτίσεις εὑρήκαμεν ὀνομαζομένας ἐν τῇ Γραφῇ· μίαν μὲν καὶ πρώτην, τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι
8.p52
παραγωγήν· δευτέραν δέ, τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν· τρίτην δέ, τὴν ἐξανάστασιν τῶν νεκρῶν. ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. οὐρανῶν γὰρ οὐσίωσις. καὶ τί φησιν ὁ Δαβίδ; Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζεται, Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις. καὶ τί φησι τοῖς μαθηταῖς ὁ Σωτήρ; Ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. τί δʼ ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν, καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν; Γῆ γάρ ἐσμεν καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα, καὶ Ἀποστελεῖ τὸ Πνεῦμα τὸ ἅγιον καὶ κτίσει ἡμᾶς, καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς. ἣν γὰρ Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσε.
8.p53
8.p53
Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ. τί φησιν; ὅτι Ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστε. πᾶς δὲ ναὸς Θεοῦ ναός.
8.p53
εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. λέγεται
8.p53
1
8.p53
δὲ καὶ ναὸς Σολομῶντος, ἀλλʼ ὡς κατασκευάσαντος. εἰ δὲ οὕτως ἐσμὲν ναὸς
8.p53
2
8.p53
τοῦ ἁγίου Πνεύματος, Θεὸς τὸ ἅγιον Πνεῦμα, Ὁ γὰρ πάντα κατασκευάσας Θεός. εἰ δὲ ὡς προσκυνουμένου καὶ ἐνοικοῦντος ἐν ἡμῖν, ὁμολογήσωμεν
8.p53
3
8.p53
αὐτὸ εἶναι Θεόν. Κυρίῳ γὰρ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. εἰ δὲ τὴν Θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο. παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα ἢ θεᾶσθαι τὰ πάντα ὁ
8.p53
4
8.p53
Θεὸς ὀνομάζεται. εἰ τοίνυν Θεὸς εἴρηται παρὰ τὸ τεθεικέναι ἢ θεᾶσθαι τὰ πάντα, τὸ δὲ Πνεῦμα πάντα γινώσκει τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα, Θεὸς οὖν
8.p53
5
8.p53
τὸ Πνεῦμα τὸ ἅγιον.
8.p54
8.p54
Καὶ πάλιν, εἰ ἡ μάχαιρα τοῦ Πνεύματος ῥῆμά ἐστι Θεοῦ, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἐκείνου γάρ ἐστιν ἡ μάχαιρα, οὗ καὶ ῥῆμα καλεῖται. καὶ
8.p54
1
8.p54
εἰ καὶ δεξιὰ τοῦ Πατρὸς ὀνομάζεται (Δεξιὰ γὰρ Κυρίου ἐποίησε δύναμιν, καὶ Ἡ δεξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς), δάκτυλος δὲ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸ ῥητόν, τὸ Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὅπερ ἐν ἑτέρῳ Εὐαγγελίῳ γέγραπται, τὸ Εἰ ἐγὼ ἐν
8.p54
Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, τῆς αὐτῆς φύσεως τῷ
8.p54
2
8.p54
Πατρὶ καὶ Υἱῷ τὸ πνεῦμα τὸ ἅγιον.
8.p55
8.p55
Καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω· οὐ γὰρ νῦν δυνατὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον. ὑμεῖς δὲ λαβόντες παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρματα, στάχυν ὥριμον ἑαυτοῖς γεωργήσατε, ἐπεὶ καὶ τόκους, ὡς ἴστε, τῶν τοιούτων προσαπαιτούμεθα. πιστεύω δὲ τῷ Θεῷ ὅτι καρποφορήσετε καὶ τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν. Μακάριοι γάρ, φησίν,
8.p55
1
8.p55
οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. καὶ μηδὲ ἄλλο τι, ἀδελφοί, τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε ἢ τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν, ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ Θεῖαι Γραφαί· Ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστί. περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον οὐδὲν ἕτερον
8.p55
2
8.p55
ἢ θεωρία συνίσταται. θεωρία ἂν εἴη λοιπὸν
8.p55
3
8.p55
ἡ βασιλεία τῶν οὐρανῶν. ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν, ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον, τούτων τὰ ἀρχέτυπα κατοψόμεθα. ὀψόμεθα δέ, εἴ γε τὸν ἑαυτῶν βίον πρὸς τὸ εὐθὲς κυβερνῴημεν καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰς γὰρ κακότεχνον ψυχήν, φησίν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας.
8.p55
4
8.p55
καὶ μηδεὶς ὑποκρουέτω λέγων ὅτι τὰ ἐν ποσὶν ἀγνοῶν,
8.p55
περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀνύλου οὐσίας ἡμῖν φιλοσοφεῖς. καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾷν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργεσθαι τῆς οἰκείας ἐνεργείας. ὡς γὰρ ἡ αἴσθησις τῶν αἰσθητῶν, οὕτως ὁ νοῦς τῶν νοητῶν ἐπίβολός ἐστιν.
8.p56
8.p56
Ἅμα δὲ καὶ τοῦτο λεκτέον, ὅτι τὰ φυσικὰ κριτήρια ἀδίδακτα πεποίηκεν ὁ κτίσας ἡμᾶς Θεός. οὐδεὶς γὰρ διδάσκει τὰς ὄψεις χρωμάτων ἢ σχημάτων ἀντιλαμβάνεσθαι, οὐδʼ ἀκοὴν ψόφων τε καὶ φωνῶν, οὐδʼ ὄσφρησιν ἀτμῶν εὐωδῶν τε καὶ δυσωδῶν, οὐδὲ γεῦσιν χυμῶν καὶ χυλῶν, οὐδʼ ἁφὴν μαλακῶν καὶ σκληρῶν, ἢ θερμῶν καὶ ψυχρῶν. οὐδὲ τὸν νοῦν ἐπιβάλλειν τοῖς νοητοῖς διδάξοι τις ἄν. καὶ ὥσπερ εἴ τι πάθοιεν αὗται, ἐπιμελείας μόνον προσδέονται, καὶ τὴν οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν· οὕτως καὶ ὁ νοῦς, σαρκὶ συνδεθεὶς καὶ τῶν ἐκ ταύτης φαντασιῶν πληρωθείς, πίστεως δεῖται καὶ πολιτείας ὀρθῆς, αἵτινες καταρτίζουσι τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶσιν αὐτόν. τοῦτό τοι αὐτὸ καὶ ὁ σοφὸς παρεγγυᾷ Σολομῶν, καί ποτε μὲν ἡμῖν προφέρει τὸν ἀνεπαίσχυντον ἐργάτην τὸν μύρμηκα καὶ δι’ αὐτοῦ τὴν πρακτικὴν ἡμῖν ὁδὸν ὑπογράφει· ποτὲ δὲ τὸ τῆς
8.p56
σοφῆς μελίττης κηρόπλαστον ὄργανον, καὶ δι’ αὐτῆς
8.p56
1
8.p56
φυσικὴν θεωρίαν αἰνίττεται, ἐν ᾗ καὶ ὁ περὶ τῆς ἁγίας Τριάδος ἐγκέκραται λόγος, εἴπερ ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.
8.p57
8.p57
Ἀλλʼ εὐχαριστήσαντες Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, πέρας ἐπιθῶμεν τῷ γράμματι, ἐπειδὴ πᾶν μέτρον ἄριστον, ὡς
8.p57
1
8.p57
ἡ παροιμία φησίν.

Intertext edge

Open linked passage

Note