Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
91.p306
91.p306
Χάρις τῷ Κυρίῳ,
91.p306
1
91.p306
τῷ δόντι ἡμῖν ἀρχαίας ἀγάπης καρπὸν ἰδεῖν ἐν τῇ σῇ καθαρότητι, ὅς γε τοσοῦτον διεστὼς τῷ σώματι, συνῆψας ἡμῖν σεαυτὸν
91.p306
2
91.p306
διὰ γράμματος, καὶ τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ περιπτυξάμενος ἡμᾶς, ἀμύθητόν τι
91.p306
3
91.p306
φίλτρον ταῖς ψυχαῖς ἡμῶν ἐνεποίησας. ἔργῳ γὰρ ἐμάθομεν τῆς παροιμίας τὴν δύναμιν, ὅτι Ὥσπερ ψυχῇ διψώσῃ ψυχρὸν ὕδωρ, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς
91.p306
4
91.p306
μακρόθεν.
91.p307
91.p307
Δεινὸς γάρ ἐστι παρʼ ἡμῖν λιμὸς ἀγάπης, ἀδελφὲ τιμιώτατε. καὶ ἡ αἰτία πρόδηλος, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη
91.p307
1
91.p307
τῶν πολλῶν ἡ ἀγάπη. διὰ τοῦτο καὶ πολλοῦ ἄξιον ἡμῖν ἐφάνη τὸ γράμμα, καὶ ἀμειβόμεθά σε διὰ τοῦ αὐτοῦ ἀνδρὸς τοῦ εὐλαβεστάτου συνδιακόνου ἡμῶν καὶ ἀδελφοῦ Σαβίνου· δι’ οὗ καὶ γνωρίζομέν σοι ἑαυτούς καὶ παρακαλοῦμέν σε ἐπαγρυπνεῖν
91.p307
ταῖς ὑπὲρ ἡμῶν προσευχαῖς, ἵνα δῷ ποτὲ ὁ ἅγιος Θεὸς καὶ τοῖς ἐνταῦθα πράγμασι γαλήνην καὶ ἡσυχίαν, καὶ ἐπιτιμήσῃ τῷ ἀνέμῳ τούτῳ καὶ τῇ θαλάσσῃ, ὥστε παύσασθαι ἡμᾶς τοῦ σάλου καὶ τῆς ἀνατροπῆς, ἐν ᾗ νῦν καθεστήκαμεν, ἀεὶ καταποντισθήσεσθαι
91.p307
2
91.p307
παντελῶς ἀναμένοντες.
91.p308
91.p308
Ἀλλὰ τοῦτο μεγάλως
91.p308
1
91.p308
ἐν τοῖς παροῦσιν ὁ Κύριος ἡμῖν ἐχαρίσατο, τὸ ὑμᾶς ἀκούειν ἐν ἀκριβεῖ συμφωνίᾳ καὶ ἑνότητι εἶναι πρὸς ἀλλήλους, καὶ ἀκωλύτως παρʼ ὑμῖν τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλλεσθαι. ὁτεδήποτε γὰρ (εἴπερ μὴ συγκέκλεισται λοιπὸν ὁ χρόνος τοῦ κόσμου τούτου, ἀλλʼ ἔτι ἡμέραι τῆς ἀνθρωπίνης ζωῆς ὑπολείπονται) ἀνάγκη παρʼ ὑμῶν ἀνανεωθῆναι τὴν πίστιν τῇ ἀνατολῇ, καὶ ὧν ἐλάβετε παρʼ αὐτῆς ἀγαθῶν, τούτων ἐν καιρῷ παρασχέσθαι αὐτῇ τὴν ἀντίδοσιν. τὸ γὰρ ὑγιαῖνον ἐνταῦθα μέρος καὶ τὴν τῶν πατέρων εὐσέβειαν ἐκδικοῦν ἱκανῶς κέκμηκε, πολλαῖς καὶ ποικίλαις μηχανημάτων προσβολαῖς ἐν τῇ ἑαυτοῦ μεθοδείᾳ τοῦ διαβόλου αὐτὸ κατασείσαντος. ἀλλʼ εὐχαῖς ὑμετέραις τῶν ἀγαπώντων τὸν Κύριον σβεσθείη μὲν ἡ πονηρὰ καὶ λαοπλάνος αἵρεσις τῆς Ἀρείου κακοδοξίας· ἀναλάμψειε δὲ ἡ ἀγαθὴ τῶν πατέρων ἡμῶν διδασκαλία τῶν συνελθόντων κατὰ τὴν Νίκαιαν, ὥστε σύμφωνον τῷ σωτηρίῳ βαπτίσματι τὴν δοξολογίαν ἀποπληροῦσθαι
91.p308
2
91.p308
τῇ μακαρίᾳ Τριάδι.

Intertext edge

Open linked passage

Note