Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
92.p309
92.p309
Τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς
92.p309
1
92.p309
συλλειτουργοῖς
92.p309
2
92.p309
κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ὁμοψύχοις ἐπισκόποις Μελέτιος, Εὐσέβειος, Βασίλειος, Βάσσος, Γρηγόριος, Πελάγιος, Παῦλος, Ἄνθιμος, Θεόδοτος, Βῖθος, Ἀβραάμιος, Ἰοβῖνος,
92.p309
3
92.p309
Ζήνων, Θεοδώρητος, Μαρκιανός, Βάραχος, Ἀβραάμιος, Λιβάνιος, Θαλάσσιος, Ἰωσήφ, Βοηθός, Ἰάτριος,
92.p309
4
92.p309
Θεόδοτος, Εὐστάθιος, Βαρσούμας, Ἰωάννης, Χοσρόης,
92.p309
5
92.p309
Ἰωσάκης,
92.p309
6
92.p309
Νάρσης, Μάρις, Γρηγόριος, Δαφνός,
92.p309
7
92.p309
ἐν Κυρίῳ χαίρειν.
92.p310
92.p310
Φέρει μέν τινα παραμυθίαν ταῖς ὀδυνωμέναις ψυχαῖς καὶ στεναγμὸς πολλάκις ἐκ βάθους τῆς καρδίας ἀναπεμπόμενος, καί που καὶ δάκρυον ἀποστάξαν τὸ πολὺ τῆς θλίψεως διεφόρησεν. ἡμῖν δὲ οὐχ, ὅσον
92.p310
1
92.p310
στεναγμὸς καὶ δάκρυον, παραμυθίαν ἔχει τὸ ἐξειπεῖν ἡμῶν τὰ πάθη πρὸς τὴν ἀγάπην ὑμῶν· ἀλλά τις ἡμᾶς καὶ ἐλπὶς χρηστοτέρα θάλπει, ὡς τάχα ἄν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα ἡμᾶς, διαναστήσαιμεν
92.p310
2
92.p310
ὑμᾶς πρὸς
92.p310
τὴν ἀντίληψιν ἡμῶν, ἣν πάλαι μὲν
92.p310
3
92.p310
προσεδοκήσαμεν παρʼ ὑμῶν ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις γενήσεσθαι, οὐδέπω
92.p310
4
92.p310
δὲ τετυχήκαμεν, πάντως τοῦ
92.p310
5
92.p310
ἐν σοφίᾳ τὰ ἡμέτερα διοικοῦντος Θεοῦ, κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα, πλείονι χρόνῳ παραταθῆναι ἡμᾶς
92.p310
6
92.p310
ἐν τοῖς πειρασμοῖς τούτοις οἰκονομήσαντος. οὐ γὰρ δήπου ἠγνοήσατε τὰ καθʼ ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, ὧν ἡ ἀκοὴ καὶ ἐπὶ
92.p310
7
92.p310
τὰ ἔσχατα τῆς οἰκουμένης ἐξέδραμεν·
92.p310
8
92.p310
οὐδὲ ἀσυμπαθεῖς που ὑμεῖς πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, μαθηταὶ ὑπάρχοντες τοῦ Ἀποστόλου, τοῦ πλήρωμα εἶναι τοῦ νόμου τὴν πρὸς τὸν πλησίον ἀγάπην διδάσκοντος. ἀλλʼ ὅπερ εἴπαμεν, ἐπέσχεν ὑμῶν τὴν ὁρμὴν ἡ δικαία τοῦ Θεοῦ κρίσις, ἐκπληρωθῆναι ἡμῖν τὴν διατεταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα.
92.p310
9
92.p310
ἀλλὰ νῦν γοῦν, καὶ πρὸς τὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον καὶ τὴν ἡμετέραν συμπάθειαν, διαναστῆναι ὑμᾶς παρακαλοῦμεν, πάντα μαθόντας, καὶ ὅσα πρὸ τούτου τὰς ἀκοὰς ὑμῶν διέφυγε, παρὰ τοῦ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν τοῦ συνδιακόνου Σαβίνου, ὃς δυνήσεται ὑμῖν καὶ ὅσα τὴν ἐπιστολὴν διαφεύγει παρʼ ἑαυτοῦ διηγήσασθαι· δι’ οὗ παρακαλοῦμεν ὑμᾶς ἐνδύσασθαι σπλάγχνα οἰκτιρμοῦ, καὶ ἀποθέσθαι μὲν πάντα ὄκνον, ἀναλαβεῖν δὲ τὸν κόπον τῆς ἀγάπης· καὶ μήτε ὁδοῦ μῆκος, μήτε τὰς κατʼ οἶκον ἀσχολίας, μήτʼ ἄλλο τι τῶν ἀνθρωπίνων ὑπολογίσασθαι.
92.p311
92.p311
Οὐ γὰρ περὶ μιᾶς ἐκκλησίας ὁ κίνδυνος, οὐδὲ δύο ἢ τρεῖς αἱ τῷ χαλεπῷ τούτῳ χειμῶνι παραπεσοῦσαι.
92.p311
1
92.p311
σχεδὸν γὰρ ἀπὸ τῶν ὅρων τοῦ Ἰλλυρικοῦ μέχρι Θηβαΐδος τὸ τῆς αἱρέσεως κακὸν ἐπινέμεται. ἧς τὰ πονηρὰ σπέρματα πρότερον μὲν ὁ δυσώνυμος Ἄρειος κατεβάλετο, ῥιζωθέντα δὲ διὰ βάθους ὑπὸ πολλῶν τῶν ἐν μέσῳ φιλοπόνως τὴν ἀσέβειαν γεωργησάντων, νῦν τοὺς φθοροποιοὺς καρποὺς ἐξεβλάστησεν.
92.p311
2
92.p311
ἀνατέτραπται μὲν γὰρ τὰ τῆς εὐσεβείας δόγματα, συγκέχυνται δὲ ἐκκλησίας θεσμοί. φιλαρχίαι δὲ τῶν μὴ φοβουμένων τὸν Κύριον ταῖς προστασίαις ἐπιπηδῶσι· καὶ ἐκ τοῦ προφανοῦς λοιπὸν ἆθλον δυσσεβείας ἡ προεδρία πρόκειται· ὥστε ὁ τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴν
92.p311
3
92.p311
λαοῦ προτιμότερος. οἴχεται σεμνότης ἱερατική· ἐπιλελοίπασιν οἱ ποιμαίνοντες μετʼ ἐπιστήμης
92.p311
4
92.p311
ποίμνιον τοῦ Κυρίου, οἰκονομίας πτωχῶν εἰς ἰδίας ἀπολαύσεις καὶ δώρων διανομὰς παραναλισκόντων ἀεὶ
92.p311
5
92.p311
τῶν φιλαρχούντων. ἠμαύρωται κανόνων ἀκρίβεια. ἐξουσία τοῦ ἁμαρτάνειν πολλή· οἱ γὰρ διὰ σπουδῆς ἀνθρωπίνης
92.p311
6
92.p311
παρελθόντες ἐπὶ τὸ ἄρχειν ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀνταναπληροῦσι, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι
92.p311
7
92.p311
τοῖς ἁμαρτάνουσιν. ἀπόλωλε κρῖμα δίκαιον· πᾶς τις τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορεύεται. ἡ πονηρία ἄμετρος, οἱ λαοὶ
92.p311
ἀνουθέτητοι, οἱ προεστῶτες ἀπαρρησίαστοι· δοῦλοι γὰρ τῶν δεδωκότων τὴν χάριν, οἱ δι’ ἀνθρώπων ἑαυτοῖς τὴν δυναστείαν κατακτησάμενοι. ἤδη δὲ καὶ ὅπλον τισὶ τοῦ πρὸς ἀλλήλους πολέμου ἡ ἐκδίκησις δῆθεν τῆς ὀρθοδοξίας ἐπινενόηται, καὶ τὰς ἰδίας ἔχθρας ἐπικρυψάμενοι· ὑπὲρ τῆς εὐσεβείας ἐχθραίνειν κατασχηματίζονται. ἄλλοι δέ, τὸν ἐπὶ τοῖς αἰσχίστοις ἐκκλίνοντες ἔλεγχον, τοὺς λαοὺς εἰς τὴν κατʼ ἀλλήλων φιλονεικίαν ἐκμαίνουσιν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθʼ ἑαυτοὺς συσκιάσωσι.
92.p312
92.p312
Διὸ καὶ ἄσπονδός ἐστιν ὁ πόλεμος οὗτος, τῶν τὰ πονηρὰ εἰργασμένων τὴν κοινὴν εἰρήνην, ὡς ἀποκαλύπτουσαν αὐτῶν τὰ κρυπτὰ τῆς αἰσχύνης, ὑφορωμένων. ἐπὶ τούτοις γελῶσιν οἱ ἄπιστοι, σαλεύονται οἱ ὀλιγόπιστοι· ἀμφίβολος ἡ πίστις, ἄγνοια κατακέχυται τῶν ψυχῶν, διὰ τὸ μιμεῖσθαι
92.p312
1
92.p312
τὴν ἀλήθειαν τοὺς δολοῦντας τὸν λόγον ἐν κακουργίᾳ. σιγᾷ μὲν γὰρ τὰ τῶν εὐσεβούντων στόματα, ἀνεῖται δὲ πᾶσα βλάσφημος γλῶσσα. ἐβεβηλώθη τὰ ἅγια, φεύγουσι τοὺς εὐκτηρίους οἴκους οἱ ὑγιαίνοντες τῶν λαῶν ὡς ἀσεβείας διδασκαλεῖα, κατὰ δὲ τὰς ἐρημίας πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην μετὰ στεναγμῶν καὶ δακρύων τὰς χεῖρας αἴρουσιν. ἔφθασε γὰρ
92.p312
2
92.p312
πάντως καὶ μέχρις ὑμῶν τὰ γινόμενα
92.p312
3
92.p312
ἐν ταῖς πλείσταις τῶν πόλεων, ὅτι οἱ λαοὶ σὺν γυναιξὶ καὶ παιδίοις
92.p312
4
92.p312
καὶ αὐτοῖς τοῖς πρεσβύταις,
92.p312
5
92.p312
πρὸ τῶν τειχῶν ἐκχυθέντες, ἐν τῷ ὑπαίθρῳ τελοῦσι τὰς προσευχάς, φέροντες πάσας τὰς ἐκ τοῦ ἀέρος κακοπαθείας
92.p312
σὺν πολλῇ τῇ μακροθυμίᾳ, τὴν παρὰ τοῦ Κυρίου ἀντίληψιν ἀναμένοντες.
92.p313
92.p313
Τίς θρῆνος τῶν συμφορῶν τούτων ἄξιος; ποῖαι πηγαὶ δακρύων κακοῖς τοσούτοις ἀρκέσουσιν;
92.p313
1
92.p313
ἕως οὖν ἔτι δοκοῦσιν ἑστάναι τινές, ἕως ἔτι ἴχνος τῆς παλαιᾶς καταστάσεως διασώζεται,
92.p313
2
92.p313
πρὶν τέλεον ταῖς ἐκκλησίαις ἐπέλθῃ
92.p313
3
92.p313
τὸ ναυάγιον, ἐπείχθητε πρὸς ἡμᾶς, ἐπείχθητε ἤδη, ναὶ δεόμεθα, ἀδελφοὶ γνησιώτατοι· δότε χεῖρα τοῖς εἰς γόνυ κλιθεῖσι. συγκινηθήτω ἐφʼ ἡμῖν τὰ ἀδελφικὰ ὑμῶν σπλάγχνα, προχυθήτω δάκρυα συμπαθείας. μὴ περιίδητε τὸ ἥμισυ τῆς οἰκουμένης ὑπὸ τῆς πλάνης καταποθέν· μὴ ἀνάσχησθε ἀποσβεσθῆναι τὴν πίστιν, παρʼ οἷς πρῶτον ἐξέλαμψε.
92.p314
92.p314
Τί οὖν ποιήσαντες ἀντιλήψεσθε τῶν πραγμάτων, καὶ πῶς τὸ πρὸς τοὺς θλιβομένους συμπαθὲς ἐπιδείξεσθε,
92.p314
1
92.p314
οὐ παρʼ ἡμῶν πάντως δεήσει μαθεῖν
92.p314
2
92.p314
ὑμᾶς, ἀλλʼ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ὑμῖν ὑποθήσεται. πλήν γε ὅτι τάχους χρεία πρὸς τὸ περισώσασθαι τοὺς περιλειφθέντας, καὶ παρουσίας ἀδελφῶν πλειόνων, ὥστε πλήρωμα εἶναι συνόδου τοὺς ἐπιδημοῦντας, ἵνα μὴ μόνον ἐκ τῆς τῶν ἀποστειλάντων σεμνότητος, ἀλλὰ καὶ ἐκ τοῦ οἰκείον ἀριθμοῦ τὸ ἀξιόπιστον εἰς διόρθωσιν ᾖ,
92.p314
3
92.p314
καὶ τὴν ἐν Νικαίᾳ γραφεῖσαν παρὰ τῶν πατέρων ἡμῶν πίστιν ἀνανεώσωνται,
92.p314
4
92.p314
καὶ τὴν αἵρεσιν ἐκκηρύξωσι,
92.p314
5
92.p314
καὶ ταῖς ἐκκλησίαις τὰ εἰρηνικὰ διαλέξονται, τοὺς τὰ αὐτὰ φρονοῦντας συνάγοντες
92.p314
6
92.p314
εἰς ὁμόνοιαν. τοῦτο γὰρ δήπου τὸ
92.p314
πάντων ἐλεεινότατον ὅτι καὶ τὸ δοκοῦν ὑγιαίνειν ἐφʼ ἑαυτὸ ἐμερίσθη· καὶ περιέστηκεν ἡμᾶς, ὡς ἔοικε, παραπλήσια πάθη τοῖς ποτὲ κατὰ τὴν Οὐεσπασιανοῦ πολιορκίαν τὰ Ἱεροσόλυμα περισχοῦσιν. ἐκεῖνοί τε γὰρ ὁμοῦ μὲν τῷ
92.p314
7
92.p314
ἔξωθεν συνείχοντο πολέμῳ, ὁμοῦ δὲ καὶ τῇ ἔνδοθεν στάσει τῶν ὁμοφύλων κατανηλίσκοντο. ἡμῖν δὲ πρὸς τῷ φανερῷ πολέμῳ τῶν αἱ ρετικῶν ἔτι καὶ ὁ
92.p314
8
92.p314
παρὰ τῶν δοκούντων ὀρθοδοξεῖν
92.p314
9
92.p314
ἐπαναστὰς πρὸς ἔσχατον ἀσθενείας τὰς
92.p314
10
92.p314
ἐκκλησίας κατήγαγεν. ἐφʼ ἅπερ καὶ μάλιστα τῆς παρʼ ὑμῶν χρῄζομεν βοηθείας, ὥστε τοὺς τὴν ἀποστολικὴν ὁμολογοῦντας πίστιν, ἃ παρεπενόησαν
92.p314
11
92.p314
σχίσματα διαλύσαντας, ὑποταγῆναι τοῦ λοιποῦ τῇ αὐθεντίᾳ τῆς Ἐκκλησίας, ἵνα ἄρτιον γένηται τὸ σῶμα τοῦ Χριστοῦ, πᾶσι τοῖς μέλεσιν εἰς ὁλοκληρίαν ἐπανελθόν, καὶ μὴ μόνον τὰ παρʼ ἑτέροις μακαρίζωμεν ἀγαθά, ὅπερ νῦν ποιοῦμεν, ἀλλὰ καὶ τὰς ἡμετέρας αὐτῶν ἐπίδωμεν ἐκκλησίας τὸ ἀρχαῖον καύχημα τῆς ὀρθοδοξίας ἀπολαβούσας. τῷ ὄντι γὰρ τοῦ ἀνωτάτου μακαρισμοῦ ἄξιον τὸ τῇ ὑμετέρᾳ θεοσεβείᾳ χαρισθὲν παρὰ τοῦ Κυρίου τὸ μὲν κίβδηλον ἀπὸ τοῦ δοκίμου καὶ καθαροῦ διακρίνειν, τὴν δὲ τῶν πατέρων πίστιν ἄνευ τινὸς ὑποστολῆς κηρύσσειν· ἣν καὶ ἡμεῖς ἐδεξάμεθα, καὶ ἐπέγνωμεν ἐκ τῶν ἀποστολικῶν χαρακτήρων μεμορφωμένην, συνθέμενοι καὶ αὐτῇ καὶ πᾶσι
92.p314
τοῖς ἐν τῷ συνοδικῷ γράμματι κανονικῶς καὶ ἐνθέσμως δεδογματισμένοις.